Ancient Greek
76 to 138
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 76-138
Not analysed yet
76. Εὐαιμονίδηϲ: ψιλοῖ ὁ Ἀϲκαλωνίτηϲ, ἵνα κύριον γένηται ὥϲπερ καὶ τὸ Φίλιπποϲ καὶ Μελάνιπποϲ. ἔϲτι μὲν οὖν 5 λέγει πιθανὸν (διὰ τοῦτο γοῦν καὶ τὸ πολύμνια πῇ μὲν ψιλοῦμεν πῇ δὲ δαϲύνομεν, καὶ τὸ Εὐρύαλοϲ, Ἀγχίαλοϲ)· οὔ γε μὴν ἀληθέϲ· εὑρέθη γὰρ τὸ Πάνὁρμοϲ δαϲυνόμενον, καὶ Ἔφιπποϲ ὁ κωμικόϲ. A. 99. τὸ γυαλον ὅταν ἐπίθετον ᾖ ὀξύνεται «εὖτ᾿ ἂν ὁ παῖϲ ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάϲαϲθαι». A. 100. ἀντικρύ: ὀξύνεται καὶ ἐκτείνεται· ὅταν δὲ ἔχῃ τὸ ϲ, ϲυϲτέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ περὶ ἐπιρρήματοϲ ἐροῦμεν. A. 130. ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν τελευταίαν ϲυϲτέλλειν διὰ τὸ μέτρον. A. 138. αὐλῆϲ ὑπεράλμενον Διονύϲιοϲ ἀναϲτρέφει τὴν ὑπέρ. ὁ δὲ Ἀϲκαλωνίτηϲ ἓν ἐποίει, ὃ καὶ πυθανώτερον. A.