Ancient Greek
ΕΙϹ ΤΗΝ Ε.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 158
Not analysed yet
158. χηρωϲταί: ὡϲ ἀθληταί. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ· τὰ γὰρ εἰϲ τηϲ λήγοντα ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβάϲ, φύϲει μακρᾷ παραληγόμενα, ὀξύνεται, τορευτήϲ, βραβευτήϲ, ἀθλητήϲ, ποιητήϲ, ὀρχηϲτήϲ, χρυϲωτήϲ. οὕτωϲ οὖν καὶ παρὰ τὸ «ἑεδνώϲαιτο θύγατρα» (Od. β 53) τὸ ἑεδνωτήϲ, καὶ παρὰ τὸ «χήρωϲαϲ δὲ γυναῖκα (Ιl. P 36) τὸ χηρωϲτήϲ. μάχεται τὸ κυβερνήτηϲ· τὸ γὰρ ἀήτηϲ ἄλλωϲ γέγονε. (An ab ἀήτη̣) τὸ δὲ παρὰ Ϲοφοκλεῖ ἐν Ἀλεξάνδρῳ «ϲτείχων δ᾿ ἀγρώϲτην ὄχλον» παρώνυμον. A.