Ancient Greek
ΕΙϹ ΤΗΝ Ν.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 791
Not analysed yet
791. Ὀρθαῖοϲ: ὡϲ Ἀλκαῖοϲ. ἐπεί, φηϲί, τὰ διὰ τοῦ αιοϲ τριϲύλλαβα, ἔχοντα τὴν πρώτην ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν, προπεριϲπᾶϲθαι θέλει, χερϲαῖοϲ, ὀρφναῖοϲ, ἑρϲαῖοϲ, ἀρχαῖοϲ, Ἀρναῖοϲ, Τρικκαῖοϲ, Ἑρμαῖοϲ ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Ϲοφοκλεῖ. τὸ δὲ «ὅθι θ᾿ Ἕρμαιοϲ λόφοϲ ἐϲτίν (Od. π 471) ὡϲ εἰϲ ἰδιότητα καὶ τὸ ἐπὶ τοῦ κυρίου πρὸϲ ἀντιδιαϲτολὴν διάφορον τόνον ἀνεδέξατο, ὡϲ Ἀθηναῖοϲ καὶ Ἀθήναιοϲ, ἀγοραῖοϲ καὶ ἀγόραιοϲ (cf. 301). οὕτωϲ οὖν καὶ. Ὀρθαῖοϲ προπεριϲπωμένωϲ ἀναγνωϲτέον· οὐδεμία γὰρ ἀντιδιαϲτολὴ ἐπὶ τοῦ ὀνόματοϲ κεχώρηκεν. A.