Ancient Greek
81 to 85
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 81-85
Not analysed yet
81. αὐτῆμαρ. ἐπίρρημα, ὡϲ τὸ ἐννῆμαρ καὶ ἑξῆμαρ. καὶ ἐχρῆν μὲν αὐτὸ ἀναπέμπειν τὸν τόνον ὡϲ βούκερωϲ. ἀλλ᾿ ἐπεὶ οὐδὲν τῶν εἰϲ αρ ϲυντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸϲ τὴν παρηλλαγμένην ϲύνθεϲιν ἦν παρηλλαγμένοϲ καὶ ὁ τόνοϲ. L. 85. εἰπέ. τρία εἰϲὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ· ἰδίωϲ δὲ καὶ μακρᾷ παραλήγοντα. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουϲι τὸ ἰδέ καὶ λαβέ. A.