Ancient Greek
ΕΙϹ. ΤΗΝ Α.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 93
Not analysed yet
93. οὔταρ: οὕτωϲ ὀξεῖαν ἐπὶ τοῦ ου· ὁ γὰρ τάρ ἐϲτι ϲύνδεϲμοϲ ἐπιφερόμενοϲ ἐγκλιτικῶϲ, ὡϲ καὶ ἐπὶ τοῦ «εἴ ταρ ὅγ᾿ εὐχωλῆϲ» (65). οὐ γάρ ἐϲτιν ὁ τέ ϲυμπλεκτικόϲ· εἰ γὰρ ἦν, ἐπεφέρετο ἄν πάλιν ὁ τέ μετὰ ἀποφάϲεωϲ, οὔθ᾿ ἑκατόμβηϲ. οὕτωϲ γάρ ἐϲτιν εὑρέϲθαι τὸν τέ ϲύνδεϲμον μετὰ τῆϲ οὔ ἀποφάϲεωϲ «ἔνθα μὲν οὔ τε ἄναξ ἐπιδευήϲ, οὔ τέ τι ποιμήν» (Od. δ 87). A.