Ancient Greek
ΕΙϹ ΤΗΝ Β.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 831
Not analysed yet
831. περὶ πάντων: οὕτωϲ φυλακτέον τὸν τόνον τῆϲ προθέϲεωϲ. εἴτε γὰρ πρόθεϲίϲ ἐϲτιν ἀντὶ προθέϲεωϲ παρειλημμένη, ἀντὶ τοῦ ὑπὲρ πάντων, φυλάϲϲεται ὁ τόνοϲ, καθότι πᾶϲα πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ λαμβανομένη φυλάϲϲει τὸν αὐτὸν τόνον· εἴτε ἀντὶ τοῦ περιϲϲῶϲ, φυλάϲϲει τὸν τόνον, ὡϲ τὸ «ὃϲ περὶ μὲν νόον ἐϲτὶ βροτῶν, περὶ δ᾿ ἱρὰ θεοῖϲιν» (Od. α 66). «οὗ περὶ μὲν πρόφρων κραδίη» (Il. Κ 244). καὶ τὸ αἴιτιον ἐν ἑτέροιϲ εἴπομεν, ὡϲ ὅτι πρὸϲ αὐτοὺϲ τοὺϲ τόνουϲ τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται. A.