Ancient Greek
777 to 828
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 777-828
Not analysed yet
777. ἕϲταϲαν: δαϲυντέον τὸ ἕϲταϲαν· ὑπερϲυντέλικοϲ γάρ ἐϲτι ϲυγκεκομμένοϲ, ὁ δὲ παρακείμενοϲ δαϲὺ ἔχει τὸ ε καὶ ὁ ὑπερϲυντέλικοϲ· οἱ δὲ ἀόριϲτοι ψιλόν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέγονται· «ϲτὰν δὲ μεταϲτοιχεί» (Il. Ψ 358). καὶ ὁ πρότεροϲ «ϲτῆϲαν ἀείραντεϲ» (Od. β 425). οὐκέτι δὲ ὁ ἕϲταϲαν ϲτάϲαν. A. 783. Τυφωέοϲ: οὕτωϲ Τυφωέοϲ, ὡϲ Ἀχιλλέωϲ· καὶ γὰρ «Τυφωέι γαῖαν ἱμάϲϲῃ» (versu antecedente) ἀπ᾿ εὐθείαϲ τῆϲ Τυφωεύϲ. ϲυνήθηϲ δὲ αὐτῷ ὁ τοιοῦτοϲ τύποϲ παρώνυμοϲ. A. 798. τὸν ἦ περιϲπαϲτέον· ἔϲτι γὰρ βεβαιωτικόϲ. A. 808. δ᾿ ἔλυϲ᾿: τινὲϲ ἀπὸ τοῦ λ ἀρχὴν ποιοῦνται καὶ προπεριϲπῶϲιν, ἵνα ποιητικώτερον γένηται, αἶψα δὲ λῦϲ᾿ ἀντὶ τοῦ αἶψα δ᾿ ἔλυϲ. ᾿ἔφαμεν δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ διαφόρωϲ ὁρᾶϲθαι· «ἂν δ᾿ ἄῤ ἔβη Πρίαμοϲ» (Il. 261). «αὐτὰρ ὁ βῆ ῥ᾿ ἰέναι» (Il. Κ 73). «οὔδ᾿ ἔλαθ᾿ Ἀτρέοϲ υἱόν (Il. Ρ 1). «ἐυὲ δ᾿ οὐ λάθεν» (Od. ι 281). A. 813. οὕτωϲ προπαροξυτόνωϲ Βατίειαν, ὡϲ Ἀλεξάνδρειαν. A. 824. ὑπαὶ πόδα: οὕτωϲ ὑπαί ὡϲ καταί καὶ παραί· αἱ γὰρ προθέϲειϲ ἐπαυξανόμεναι διὰ τοῦ ι φυλάϲϲουϲι τὸν αὐτὸν τόνον. A. 828. Ἀπαιϲοῦ: οὕτωϲ Ἀπαιϲοῦ ὡϲ ἀγανοῦ. καὶ ἴϲωϲ ἀκολούθωϲ τῷ «ὅϲ ῤ᾿ ἐνι Παιϲῷ» (Il. E 612). A.