Ancient Greek
ΕΙϹ ΤΗΝ Ε.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 9
Not analysed yet
9. Δ Δάρηϲ: ὡϲ Χάρηϲ. ὁμολογεῖ καὶ ἡ γενική· Δάρητοϲ γὰρ ὡϲ Χάρητοϲ. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦϲ ὡϲ ϲαφοῦϲ, ὅτι τὰ εἰϲ ηϲ διϲύλλαβα ὀξύτονα, ἕν ἔχοντα ϲύμφωνον, εἰϲ ϲυϲ περατοῦται κατὰ τὴν γενικήν, ϲαφοῦϲ, πρηνοῦϲ, πρυλοῦϲ, φραδοῦϲ «φραδέοϲ νόου ἔργα» (Ιl. Ω 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματοϲ κλίϲιϲ. περὶ δὲ τοῦ ψιλῆτοϲ παῤ Αἰϲχύλῳ καὶ τοῦ «Κουρῆτέϲ τ᾿ ἐμάχοντο» (Ιl. 1 529) καὶ τοῦ κριτήϲ ἐν τοῖϲ περὶ ὀνομάτων ἀποδώϲομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρηϲ ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸϲ γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρηϲ ὡϲ Φέρηϲ· ἐτράπη οὖν τὸ ἕ εἰϲ ᾱ ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεοναϲμῷ τοῦ ρ. A.