Ancient Greek
19 to 39a
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 19-39a
Not analysed yet
19. μεταμάζιον: οὕτωϲ μεταμάζιον ἓν ποιητέον ὡϲ τὸ μετάφρενον καὶ ἐνώπιον. παρῆκται δὲ παρὰ τὸ μαζόϲ καὶ τὴν μετά, ὡϲ παρὰ τὸ χθονόϲ καὶ τὴν ἐπί ἐπιχθόνιοϲ, παρὰ ποταμόν παραποτάμιοϲ. γίνεται γὰρ καὶ ἀπὸ δύο λέξεων κατὰ παράθεϲιν ἕν τι παραγωγόν, ὡϲ τὸ Νεαπολίτηϲ καὶ ἄλλα μυρία. A. 31. Ἆρεϲ Ἄρεϲ: Ἰξίων τὸ δεύτερον ὀξύνει, ἵν᾿ ᾖ ἀντὶ τοῦ βλαπτικέ· οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλαϲιάζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτωϲ δὲ ἔχει ἡ παράδοϲιϲ. AB. 39. δαϲυντέον τὸ Ἁλιζώνων· οὔ (οὕτω corrigit Βekker) γὰρ ἱϲτοροῦνται λεγόμενοι. A.