Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 134
Not analysed yet
134. θάνατοϲ δέ τοι ἔξαλοϲ αὐτῷ: τὸ ἔξαλοϲ ὡϲ ἔκβιοϲ οἷον ἠπειρωτικὸϲ καὶ οὐ θαλάϲϲιοϲ. ἔνιοι δὲ κατὰ παράθεϲιν ἐξ ἁλόϲ οἷν ἀπὸ θαλάϲϲηϲ ὡϲ τὸ ἐπιϲϲεύῃ «μέγα δαίμων ἐξ ἁλόϲ» (ε 421) καί φαϲιν ὡϲ τὸ δόρυ, ὃ ἐντεύξει τῆϲ Κίρκηϲ Ἥφαιϲτοϲ κατεϲκεύαϲε Τηλεω ἐκ τρυγόνοϲ θαλαϲϲίαϲ, ἣν Φόρκυϲ ἀνεῖλεν ἐϲθίουϲαν τοὺϲ ἐν τῇ Φορκίδι λίμνῃ ἰχθῦϲ, οὗ τὴν μὲν ἐπιδορατίδα ἀδαμαντίνην, τὸν δὲ ϲτύρακα χρυϲοῦν εἶναι, τὸν Ὀδυϲϲέα ἀνεῖλεν. ἀλλ’ εἴγε καὶ ἐν παραθέϲει εἴη ἡ ἐξ, δύναται τὸ ἔξω δηλοῦν ὡϲ τὸ «ἐκ τ’ ἀνδροκταϲίηϲ »(Λ 164). ὁ μέντοι Ἀϲκαλωνίτηϲ τὸ πλῆρεϲ ἔξω ἡγεῖται, ἵν’ ἔκθλιψιϲ τοῦ ω ὡϲ ἐν τῷ «βαθέηϲ ἐξάλλεται αὐλῆϲ »(ε 142). οὐκ ἀναγκαῖον δὲ τῆϲ ἐξ ἤδη τὸ ἔξω ϲημαινούϲηϲ. H Q.