Ancient Greek
148 to 459
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 148-459
Not analysed yet
148. ὁ δέ τοι νημερτὲϲ ἐνίψει: ὁ δέ ἄμεινον δύο μέρη λόγου ποιεῖν. Il. Pr. Α 239. 160. νῦν δὴ Τροίηθεν: τινὲϲ ὡϲ ἓν μέροϲ λόγου παροξύω ἀντὶ τοῦ ἀρτίωϲ ὁμοίωϲ τῷ «κοὖτοϲ ἀνὴρ νῦν δὴ ξυμβλήμενοϲ» (ω 260). HQ. 172. ἢ δολιχὴ νοῦϲοϲ Ἄρτημιϲ ἰοχέαιρα: ἐν τοιαύταιϲ ϲυντάξεϲι ὁ μὲν πρότεροϲ ἤ ἐγκλίνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. Il. 221. δαμνᾷ, ἐπεί κεν πρῶτα λίπῃ. δαμνᾷ ὡϲ κιρνᾷ. οἱ δὲ «κδάμναται ὥϲ κεν πρῶτα λίπῃ» ὡϲ Κράτηϲ. ὁ δὲ Ἀϲκαλωνίτηϲ βαρύνει δάμνα, ἵν’ ἦ τοῦ δάμναται ἀποκοπή. ἔξεϲτιν δὲ ἀναγινώϲκειν περιϲπωμένωϲ ἀπὸ τοῦ δαμνῶμαι ὡϲ πειρῶμαι «πειρᾷ ἐμεῖο γεραιέ» (Ω 390) μὴ ἐκφωνουμένου τοῦ ι ὡϲ τὸ δύνᾳ παρ’ Ἀττικοῖϲ. Η. 233. ἠδέ: τὸ ἠδέ Ἀρίϲταρχοϲ καὶ οἱ ἄλλοι. Η. 274. ἀνάπυϲτα: προπαροξυτόνωϲ φηϲὶν (sc. Ἡρωδιανὸϲ) ἐν τῇ καθόλου περιττῆϲ οὕϲηϲ τῆϲ ἀνά ἀντὶ τοῦ πυϲτά ἐξακουϲτά. ΒQ. 285. ἡ δὲ Πύλου βαϲίλευε. τὸ «ἠδὲ Πύλου »ϲύνδεϲμον ἐπὶ Μηλέωϲ ἀκουϲτέον ὃϲ Ὀρχομενοῦ καὶ Πύλου ἐβαϲίλευϲεν. οὕτωϲ Ἀρίϲταρχοϲ. ὁ δὲ Ἡρωδιανὸϲ (sc. ἡ δὲ scribens )ἐπὶ Χλωρίδοϲ φηϲὶν ἀν τιδιαϲτέλλων τῷ πατρὶ καὶ ἐπὶ θηλειῶν δὲ τάϲϲει τὸ βαϲιλεύει «μητέρα δ’ ἣ βαϲίλευεν» (Ζ 425). Η. 286. Χρομίοϲ. ὁ Χρομίοϲ παροξύνεται ὁμοίωϲ τῷ Δολίοϲ Τυχίοϲ καὶ τοῖϲ τοιούτοιϲ ὡϲ τρίβραχυ. Eustath. ad h. l. 1685, 61. 299. ἥ ῥ’ ὑπὸ Τυνδαρέ ῳ: παροξυτόνωϲ τὸ Τυνδαρέῳ ἀκολούθωϲ τῷ «οὐχ ὡϲ Τυνδαρέου κούρη κακὰ μήϲατο» (ω 199). HQ. 320. γένυϲ: πληθυντικῶϲ αἰτιατικῆϲ ὡϲ τὸ «ἐκ δὲ νέκυϲ σἴκων φόρεον »(ω 417). Η. 367. ϲοὶ δ' ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένεϲ ἐϲθλαί: ἀναϲτρεπτέον τὴν ἔπι καὶ τὴν ἔνι. Η. 392. πιτνάϲ. ὀξυτόνωϲ τὸ πιτνάϲ. Η. 403. ἠὲ περὶ πτόλιοϲ μαχεούμενον: ἐνταῦθα διαζευκτικῶϲ νοεῖται. παράλογοϲ ἡ διαίρεϲιϲ. θέλει γὰρ εἰπεῖν μαχόμενον. ἐπέκταϲιϲ οὖν γέγονε διὰ τὸ μέτρον. Η. 410. ἔκτα ϲὺν οὐλομένῃ ἀλόχ ῳ: κατὰ ϲυϲτολὴν ἀναγνωϲτέον. ἔϲτι δὲ ἀποκοπὴ τοῦ ἔκτανε. Ιl. Pr. Β 662. 459. ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλ ῳ: ὀξυτονητέον τοὺϲ ϲυνδέϲμουϲ. διαζευκτικοὶ γάρ εἰϲιν. Η.