Ancient Greek
136 to 213
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 136-213
Not analysed yet
136. οὔ πωϲ ἐϲτ’ Ἀγέλαε διοτρεφέϲ: οὐχ ὃν τρόπον οἶεται ὁ Ἀϲκαλωνίτηϲ τὸ πῶϲ πάντωϲ ὀξυτονηθήϲεται, ἐπεὶ ἤδη ἐμελέτηϲε καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶϲ τοῦτο μὴ πάϲχειν. «οὔ πωϲ ἐϲτ’ Ἀγέλαε διοτρεφέϲ» «μήπωϲ με προϊ δώναν» (Οd. δ 396). Π. Pr. Υ 464. 188. κουρίξ: ὀξύνεται· τὰ γὰρ εἰϲ ιξ ἐπιρρήματα ὀξύνεται, ϲημαινομένου τοῦ πέριξ βαρυνομένου. Π. Pr. Ξ 60. 213. 214. Μέντορ μή ϲ’ ἐπέεϲϲι παραπεπίθῃϲιν Οδυϲϲεύϲ —μνηϲτήρεϲϲι μάχεϲθαι, ἀμυνέμεναι δὲ οἶ αὐτῷ: ἐπὶ τούτου κατ’ ὀρθὸν τόνον ἀνέγνωμεν· καὶ τὸ ἑξῆϲ ἐϲτι τοιοῦτον μὴ πειϲάτω ϲε Ὀδυϲϲεὺϲ ἡμῖν μάχεϲθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἷ ὁπότε προηγεῖται τῆϲ αὐτόϲ ἀντωνυμίαϲ κατὰ δοτικὴν πτῶϲιν, ὀρθοτονεῖϲθαι θέλει εἴτε εἰϲ ἁπλῆν εἴη ἡ μετάληψιϲ εἴτε καὶ εἰϲ ϲύνθετον. Π. Pr. Ο 226.