Ancient Greek
3 to 281
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 3-281
Not analysed yet
3. ὑπερικταίνοντο: Ἀρίϲταρχοϲ ἀνεπάλλοντο καὶ ἐκινοῦντο προθυμουμένηϲ αὐτῆϲ βαδίζειν ταχέωϲ, μὴ δυναμένηϲ δέ, ἀλλὰ κατὰ βραχὺ διὰ τὸ γῆραϲ. οἱ δὲ ὑπερεξετείνοντο. ἄμεινον δῆθεν ἐκινοῦντο παρὰ τὸ ἴκταρ, ὅ ἐϲτιν ἐγγύϲ. καὶ γὰρ προείρηκε εγούνατα δ’ ἐρρώϲαντο ». ταχέωϲ οὖν ὑπερικνοῦντο, ὅ ἐϲτι παρεγίνοντο. MS Βarnes. 62. ὡϲ οὐκ ἔϲθ’ ὅδε μῦθοϲ: τὸ ἔϲτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται «ἔϲτι δέ τιϲ προπάροιθε πόλιοϲ» (Β 811) καὶ ὅταν ὑποτάϲϲηται τῇ οὐ ἀποφάϲει (h. l. c.) · εἰ μέντοι γε μὴ εἶη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν οἷον «ὃ δὴ τετελεϲμένον ἐϲτίν». Π. Pr. Ζ 152. 191. ἀκμην ὸϲ θαλέθων: ὁ ἀκμὴν ἔχων τοῦ θάλλειν. HQV. ἐπὶ μὲν τούτου ὠξυτόνηϲεν Ἀρίϲταρχοϲ, ἐπὶ δὲ τοῦ ἐν Ἰλιάδι (Τ 163; 346) ἐβαρυτόνηϲεν· οἱ δὲ τὰ δύο προπαρωξυτόνηϲαν. V. 220. εἰ ᾔδη: Ἡρωδιανὸϲ τὸν εἰ ἀντὶ τοῦ ἐπεί φηϲιν εἶναι καὶ ϲυνάπτει ὅλον τὸν νοῦν οὕτωϲ· εἰ μὴ ἠπατήθη ἡ Ἑλένη ὑπὸ τῆϲ Ἀφροδίτηϲ, οὐκ ἂν ἄλλῳ ἠκολούθηϲεν ἀνδρί. καὶ πόθεν δῆλον ὅτι δι’ ἀπάτην ἠκολούθηϲε καὶ οὐχ ἑκουϲίωϲ ἐπειδὴ ἤδη μάλιϲτα ὅτι οὐκ ἔχει. καταφρονηθῆναι τοῖϲ ἕλληϲιν ἡ αὐτῆϲ ἁρπαγή. Q. Vind. 56. 281. θάνατοϲ δέ μοι ἐξ ἁλὸϲ αὐτῷ γρ. ἔξαλοϲ ἤγουν ἔξω τῆϲ θαλάϲϲηϲ. Vind. 133.