Ancient Greek
162 to 251
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 162-251
Not analysed yet
162. κυλίνδει: παρὰ τῷ ποιητῇ βαρύνεται ἀεί· δῆλον ἐκ τοῦ «προπροκυλινδόμενοϲ »(Od. ρ 525) καὶ «ἥ τε κυλινδομένῃ» (Π. Π 794). M. 165. ἢ ἀφνειότεροι. κοιμιϲτέον τὸν ἤ διαϲαφητικὸϲ γάρ ἐϲτιν ἀντὶ τοῦ ἤπερ, οὐ διαζευκτικόϲ. εὔξονται μᾶλλον ταχεῖϲ εἶναι ἤπερ πλούοιοι. HΙQ . 168. φῇϲιν. τὸ φῇϲιν ϲὺν τῷ ι ὡϲ τὸ «δῷϲι πόλιν Τροΐην» (Α 129). προπεριϲπαϲτέον. ἐν παρολκῇ γάρ ἐϲτιν ἡ ϲιν. HMQ. 170. πόθεν εἰϲ. ἐγκλιτέον τὴν εἰϲ. ἀλλ’ οὐκ ἐγείρει τὴν θεν ϲυλλαβήν. πυρριχιακὴ γάρ ἐϲτι. M. 174. εὖ εἰδ ῶ: τὸ εἰδῶ Τυραννίων μὲν βαρύνει, Ἀρίϲταρχοϲ δὲ περιϲπᾷ, ᾧ καὶ πειϲτέον. MQ. 175. ἠὲ νέον μεθέπειϲ ἦ καὶ πατρώϊόϲ ἐϲϲι: ὁ δεύτεροϲ η περιϲπᾶται. ἐρωτηματικὸϲ γάρ ἐϲτι. —καὶ τὸ ἐϲϲί ἐγκλιτέον. ΕΜ. 185. νηῦϲ δέ μοι ἧδ᾿ :προπεριϲπαϲτέον τὸ ἧδε· ἔϲτι γὰρ ἀντωνυμία ἀναφορική. HMQR. 186. ὑπὸ Νηΐῳ ὑλήεντι: ὁ Ἀπίων ϲυνθέτωϲ ἀνέγνω, ὁ δὲ Ἡλιόδωροϲ διαιρεῖ, ἵν’ ᾖ ὑπὸ τῷ Nηΐῳ. Bekk. An. 1158, Cr. An. Ox. IV 310. 192. παρτιθεῖ: ἐνεϲτὼϲ χρόνοϲ ἀπὸ τοῦ τιθῶ, διὸ περιϲπᾶται. P. 212. οὔτ’ ἐμὲ κεῖνοϲ: πλήρηϲ ἡ ἐμέ ἀντωνυμία. πρὸϲ γὰρ ἀντιδιαϲτολὴν παρείληπται. Μ. 214. τοιγὰρ ἐγώ τοι. τὸ πρῶτον τοί οὐκ ἐϲτιν ἀντωνυμία· οὐδέποτε γὰρ ἀρκτικὸν τὸ τοί· ἀλλ’ ἔϲτιν ἀντὶ τοῦ δή. BM. 215. μήτηρ μέν τέ μέ φηϲι: ἡ μὲν μέ ἀπόλυτοϲ, ἡ δὲ ἐγῶ ἀντιδιαϲτολὴν ἔχει πρὸϲ τὴν μητέρα. HΜ. 218. ὃν κτεάτεϲϲιν ἑοῖϲ ἐπὶ γῆραϲ ἔτετμεν: οὐκ ἀναϲτρεπτέον τὴν ἐπί. BE. 247. Ἰθάκην κατακοιρανέουϲαν: εἰ μὲν πρὸϲ Ἰθάκην ϲυντάττοιϲ τὴν κατά, ἵνα τοπικὴν δηλώϲῃϲ ϲχέϲιν κατὰ Ἰθάκην, ἀναϲτρέψειϲ τὴν πρόθεϲιν εἰ δὲ πρὸϲ τὸ κοιρανέουϲιν, ἵνα ἔμφαϲιν δηλώϲῃϲ τῆϲ τῶν μνηϲτήρων ἐπικρατείαϲ, ὅπερ καὶ μᾶλλον δοκεῖ, ὀρθοτονήϲειϲ τὴν πρόθεϲιν. Herod. ap. lo. Al. 26, 15. 251. τάχα δή με δια ρραίϲουϲι καὶ αὐτόν: ἐχρῆν ὀρθοτονεῖϲθαι τὴν ἀντωνυμίαν. ἀλλὰ τῷ μὴ ὁρᾶϲθαι κατ’ ἀρχὴν τὸ ε οὕτωϲ ἀνέγνωϲαν. τοῦτο γὰρ ἐπακολουθεῖ τοῖϲ πρωτοτύποιϲ. ἐχρῆν δὲ αὐτοὺϲ ἐπιγνῶναι ὅτι κρᾶϲιϲ δύναται ἐπακολουθεῖν (sc. δὴ ᾿μέ) καὶ οὕτωϲ ῥῶϲαι τὴν ὑγιῆ ἀνάγνωϲιν. Il. Pr. I 614.