Ancient Greek
252 to 443
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 252-443
Not analysed yet
252. τὸν δ’ ἐπαλαϲτήϲαϲα: τὸ ἐπαλαϲτήϲαϲα δηλοῖ τὸ ἐπὶ τοῖϲ λεχθεῖϲιν ὡϲ ἀλάϲτοιϲ καὶ δεινοῖϲ οὖϲι δεινοπαθήϲαϲα. ἐὰν δὲ ᾖ χωρὶϲ τοῦ ε παλαϲτήϲαϲα, ἔϲται τῷ παλαιϲτῇ, ὅ ἐϲτι τῷ ἀγκῶνι τῆϲ χειρόϲ, νύξαϲα. EVQ). 272. αὔριον: ψιλωτέον τὸ αὔριον. ἡ μὲν γὰρ αυ δίφθογγοϲ πρὸ ϲυμφώνου ψιλοῦται αὐλόϲ αὔρα, αὔω τὸ φωνῶ. αὕω δὲ τὸ ξηραίνω δαϲύνεται. E. 276. ἕεδνα: δαϲύνεται τὸ ἕεδνα ὡϲ τὸ ἕερϲα. M. 300. ἔκτα: πολλοὶ ϲυϲτέλλουϲι τὸ α τοῦ ἔκτα νομίζοντεϲ ἀποκοπὴν εἶναι τοῦ ἔκτανε. ὁ δὲ Ἀρίϲταρχοϲ ἐκτείνει. MQ. 313. διδοῦϲι: ἀπὸ τοῦ διδῶ. οἶδε δὲ αὐτοῦ τὴν κλίϲιν ὁ ποιητήϲ «δῶρα μὲν οὐκέτ’ ὀνοϲτὰ διδοῖϲ »(ll. Ι 164) οἶδε δὲ καὶ τὸ δίδωμι. ΕQ. 320. ὄρνιϲ δ’ ὡϲ ἀνόπαια. ὁ μὲν Ἀρίϲταρχοϲ ἀνόπαια προπαροξυτόνωϲ ἀναγινώϲκει ὄνομα ὄρνιθοϲ λέγων ὁ δὲ Ἡρωδιανὸϲ ἀνοπαῖα ἀντὶ τοῦ ἀοράτωϲ, ἵν’ ᾖ οὐδέτερον πληθυντικὸν ὡϲ τὸ «πυκνὰ μάλα ϲτενάχων» (ΙΙ. Ϲ 318). διὸ καὶ προπεριϲπαϲτέον φηϲίν. EHQR. 326. εἵατ’ ἀκούοντεϲ: δαϲυντέον τὸ εἵατο. ἕατο γάρ ἐϲτι. τὸ δὲ ι προϲελθὸν τηρεῖ τὸ αὐτὸ πνεῦμα ἕωϲ εἵωϲ, ἕνεκα εἵνεκα. EHMQ. 379. δῷϲι. ὡϲ τὸ «δῷϲι πόλιν Τροΐην »(Α 129). M. τὸ ϲι κατ’ ἐπέκταϲιν. Β. 395. πολλαὶ ἐν ἀμφιἅλ ῳ Ἰθάκῃ: ἡ ἁλόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα Εὐρύαλοϲ, Ἀμφίαλοϲ, Ἀϲτύαλοϲ· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ »«ἀγχίἁλόν τ᾿ Ἀντρῶνα» (Β 697), ὕφαλοϲ. ll. Pros. o 705. 415. ἥντινα μήτηρ: τινὲϲ ψιλοῦϲι τὸ «ἥντινα μήτηρ »,ἵν’ ᾖ εἴ τινα. ἄμεινον δέ ἐϲτι δαϲύνειν. EQS. 428. δαΐδαϲ: δαΐϲ ὀξυτόνωϲ ἡ λαμπάϲ, δάϊϲ δὲ βαρυτόνωϲ ἡ μάχη. S. 429. Εὐρύκλει’ Ὦποϲ θυγάτηρ: Ὦποϲ προπεριϲπαϲτέον διὰ τὴν ἀντέκφραϲιν πρὸϲ τὸν ὀφθαλμόν. V. 443. οἰὸϲ ἀώτῳ: διϲυλλάβωϲ τὸ οἰόϲ ἕνεκα μέτρου. Il. Pr. Γ 198.