Ancient Greek
272 to 484
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 272-484
Not analysed yet
272. ὀψὲ δύοντα Βοώτην: τὸ ὀψὲ δύοντα ἐν δυϲὶ μέρεϲι λόγου. εἰ γὰρ ἦν ϲύνθετον, διὰ τοῦ ι ἐγράφετο. ll. Pr. Φ 232. 281. εἴϲατο δ’ ὡϲ ὅτε ῥινόν: οἱ μὲν ἀναγινώϲκουϲι ὡϲ ὅτε ῥινόν ἐκδεχόμενοι ὡϲανεὶ δέρμα βοὸϲ ἐφηπλωμένον τοῖϲ ὕδαϲι. ὁ δὲ Ἀρίϲταρχοϲ ὡϲ ὅτ’ ἐρινόν ἐρινὸν παραλαμβανόμενοϲ αὐτὴν τὴν ϲυκῆν κατὰ μεταβολὴν γένουϲ ὡϲ ὁ δίφροϲ τὸ δίφρον. τὸν γὰρ καρπὸν μὴ νοεῖϲθαι, ἐπεὶ βραχύϲ ἐϲτι πάνυ. οὐ μέντοι Ἀριϲτάρχῳ ϲυγκατατίθεμαι. VPT. 290. ἅδην: δαϲέωϲ τὸ ἅδην. BPQ. 319. τὸν δ’ ἄρ’ ὑπόβρυχα θῆκε: εἴτε ἐπίρρημα εἴτε ἀπὸ τοῦ ὑπόβρυξ, προπαροξυνθήϲεται. BEPQ. 329. 330. καὶ τὸ ἀμπεδίον καὶ τὸ ἀμπέλαγοϲ διὰ τοῦ μ γραπτέον. P. 335. θεῶν ἐξέμμορε τιμῆϲ: δύναται πρὸϲ ἀμφοτέραϲ χωρεῖν ἡ λέξιϲ. 346. τανύϲϲαι. τὸ τανύϲϲαι ἀπαρέμφατον διὰ τὸ βαλέειν. P. 357. ὅτε με ϲχεδίηϲ ἀποβῆναι ἀνώγει: χωρίζει Ἀριϲτοφάνηϲ ὅ τε ἀντὶ τοῦ διό τε. ΗP. 364. πάρα: ἀναϲτρεπτέον τὴν πάρα. δηλοῖ γὰρ τὸ πάρεϲτιν. ΗMT. 368. ὡϲ δ’ ἄνεμοϲ ζαὴϲ ἠΐων: ὀξυτόνωϲ τὸ ζαήϲ. BHPT. 377. ἀλόω: διαίρεϲίϲ ἐϲτι τοῦ ἀλῶ, διὸ βαρυτόνωϲ ἀναγνω ϲτέον. P 389. πλάζετο. ὁ μὲν Ἀρίϲταρχοϲ τὸ πλάζετο Αἰολικῶϲ ἐκτείνων τὸ α ἐπὶ τοῦ ἐπλήϲϲετο λαμβάνει, ἔνιοι δὲ ἐπὶ τοῦ ἐπλανᾶτο. PQ. 391. αὐτίκ’ ἔπειτ’ ἄνεμοϲ μὲν ἐπαύϲατο, ἡ δὲ γαλήνη· Ἀρίϲταρχοϲ ἡ δέ ἄρθρον δεχόμενοϲ τὸ η. οἱ δὲ ἀντὶ τοῦ καί. Η. 402. ξερόν: ϲυϲτολὴ τοῦ η εἰϲ ε. E. 418. ἠϊόναϲ τε παραπλῆγαϲ: ὀξυτόνωϲ τὸ παραπλήξ. ΕPQT. 430. καὶ τὸ μὲν ὥϲ ὑπάλυξε. τινὲϲ περιέϲπαϲαν τὸ ὧϲ, ἵνα ϲημαίνῃ τὸ ὅμωϲ, ἔνιοι δὲ ὤξυναν. ΒP. 433. πρὸϲ κοτυληδονόφιν ὡϲ χαλκόφιν. PQ. 436. ὑπὲρ μόρον: δύο εἰϲὶ μέρη λόγου. 439. νῆχε παρέξ: ὀξύτονον τὸ παρέξ. P. 478. τοὺϲ μέν: ϲυνέϲταλται Ἰακῶϲ. P. 481. ἔφυν. τὸ ἔφυν ϲυϲταλτέον. P. ἐπαμοιβαδίϲ: ὀξύνεται. Il. Pr. Ξ 463. 484. ἠὲ δύω ἠὲ τρεῖϲ ἄνδραϲ ἔρυϲθαι: παραδιαζευκτικὸϲ ὁ ἤ. Il. Pr. Θ 290. ἔρυϲθαι προπαροξυτόνωϲ, ἵνα ϲημαίνῃ παρατατικόν. P.