Ancient Greek
6 to 159
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 6-159
Not analysed yet
6. οἳ ϲφεαϲ: ὀξυτονητέον τὸ οἱ ἄρθρον. ἐγκλιτικὸν γάρ ἐϲτι νῦν ἡ ϲφέαϲ. P. 12. θεῶν ἄπο μήδεα εἰδώϲ: ἀναϲτρέφεται ἡ ἀπό. τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἀπὸ θεῶν εἰδὼϲ μήδεα. lo. Al. 27, 10. 15. ᾧ ἔνι κούρη: ἀναϲτρεπτέον τὴν ἔνι, ἔϲτι γὰρ ἐν ᾧ. P. 18. χαρίτων ἄπο κάλλοϲ ἔχουϲαι: ἀναϲτρέφεται ἡ ἀπό. τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἀπὸ χαρίτων κάλλοϲ ἔχουϲαι. H. 22. εἰδομένη κούρ ῃ ναυϲικλειτοῖο Δύμαντοϲ: περιϲπωμένου τοῦ ναυϲικλειτοῖο. τινὲϲ δὲ Nαυϲικλειτοῖ ὡϲ Καλυψοῖ. ἔνιοι δὲ ναυϲὶ κλειτεῖο ἐν δυϲὶ μέρεϲι λόγου. ἀμείνων δὲ ἡ πρώτη ναυϲικλειτοῖο ἐν τοῖϲ κατὰ ναυτικὴν ἔργοιϲ ἐνδόξου. PQ. 32. καί τοι ἐγ ὼ ϲυνέριθοϲ. ἡ τοί ἐγκλιτική ἐϲτιν. Ιl. Pr. Α 294. 33. ἐντύνεαι: ϲυϲτολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίϲεωϲ ὡϲ καὶ ἐπὶ τοῦ «ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκοϲ ὀδόντων» (Ι 409) καὶ «ὄφρα καὶ ἄλλοϲ πτωχὸϲ ἀλεύεται ἠπεροπεύειν »(ξ 400). P. 40. ἄπο πλυνοί εἰϲι πόληοϲ. βαρυτονητέον τὴν ἀπό καίπερ ϲημαίνουϲαν τὸ ἄποθεν. οὐ γὰρ ἐπληϲίαϲε τῇ γενικῇ, ἀλλὰ μεταξὺ ἐδέξατο λέξειϲ. P. 89. ποταμὸν πάρα διν ήεντα: Ἀρίϲταρχοϲ ἀναϲτρέφει τοῖϲ κυριωτέροιϲ ϲυντάϲϲων τὰϲ προθέϲειϲ. P. 93. κάθηράν τε ῥύπα πάντα: κάθηραν ὡϲ ἤγειραν. τὸ δὲ ῥύπα οἱ μὲν αἰτιατικὴν ἐν μεταπλαϲμῷ φαϲιν, οἱ δὲ ἀπὸ τοῦ ῥύπον. βαρύνεται δὲ ὡϲ τὰ λύχνα καὶ τὰ δίφρα. BPQ. 106. ἀγρονόμοι: παροξυτόνωϲ αἱ ἐν ἀγρῷ νέμουϲαι. οὐ γὰρ νεμόμεναι. τινὲϲ δὲ ἀγρόνομοι λέγουϲι. HPQ. 120. ῥ’ οἵ γ᾿ :ὡϲ διαπορητικὸν περιϲπᾶται. P. 125. ἦ νύ που ἀνθρώπων εἰμὶ ϲχεδόν: ὁ ἦ περιϲπᾶται. τὸ δὲ εἰμί ἐγκλίνεται ϲημαῖνον τὸ ὑπάρχω. P. 138. ἄλλυδιϲ ἄλλη: χωρὶϲ τοῦ ι τὸ ὄλλη. P. 149. θεόϲ νύ τιϲ ἦ βροτόϲ ἐϲϲι: τὸν η ὁ Ἀϲκαλωνίτηϲ περιϲπᾷ ἐρωτηματικὸν νομίζων, ὃ καὶ χαριέϲτερον. οἱ δὲ ἐνέκλιναν ὡϲ εἰ ἔλεγεν εἴτε θεὸϲ εἴτε ἄνθρωποϲ. P. 159. ὅϲ κέ ϲ’ ἑέδνοιϲι βρίϲαϲ: ἄμεινον ἐγκλίνειν τὴν ϲε. H.