Ancient Greek
EIϹ ΤHN Μ.
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 313
Not analysed yet
313. ὦρϲεν ἔπι ζαῆν ἄνεμον: οὕτωϲ χωρὶϲ τοῦ δέ Ἀρίϲταρv γράφει, καὶ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. ἐὰν δὲ μετὰ τοῦ δέ, οὐκ ἀναϲτρέφεται. H. ἔδει χωρὶϲ τοῦ ν ζαῆ ὡϲ «ἀκραῆ Zέφυρον »(β 421 ). ἔϲτιν οὖν Αἰολικὸν τὸ μετὰ τοῦ ν καὶ ἔδει αὐτὸ Αἰολικῶϲ βαρύνεϲθαι ὡϲ τὸ «αἰνοπάθην πατρίδ’ ἐπόψομαι παρὰ Ἀνακρέοντι. ὁ δὲ Ἀρίϲταρχόϲ φηϲι περιϲπᾶϲθαι καὶ οὕτωϲ ἔχει ἡ παράδοϲιϲ. H.