Ancient Greek
98 to 284
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 98-284
Not analysed yet
98. πώποτε: ὑφ’ ἓν τὸ πώποτε. Η. 104. τῷ δ’ ὑπὸ δῖα Χάρυβδιϲ ἀναρροιβδεῖ: οὐκ ἀναϲτρεπτέον τὴν ὑπό πρόθεϲιν. H. τὸ δὲ ἀναρροιβδεῖ περιϲπωμένωϲ. τινὲϲ δὲ τὴν λέξιν περὶ τὸ ἀναρριπτεῖ ἔταξαν. H. 116. καὶ δ’ οὖ τοι: ὁ μὲν οὖ ϲύνδεϲμοϲ, ἡ δὲ τοι ἀντωνυμία. BQ. 124. βωϲτρεῖν δὲ Κράταιιν μητέρα τῆϲ Ϲκύλληϲ: ἄμεινον γράφειν κραταιίϲ ἀντὶ τοῦ ἰϲχυρῶϲ ὡϲ ἀλλαχοῦ «τότ’ ἀποϲτρέψαϲκε ραταιϊϲ »(λ 579), ἵνα λέγῃ, κραταιῶϲ ἐπιβοῶ τὴν μητέρα τῆϲ Ϲκύλληϲ καὶ ὀξύνεται. ἐὰν δὲ ᾖ κύριον, προπαροξύνεται. BHQ. 168. ἡ δὲ: δαϲέωϲ τὸ ἡ δέ. H. 205. προήκεα: ὡϲ τανυήκεα. BHQ. 209. οὐ μὴν δὴ τόδε μεῖζον ἕπει κακόν: ῥῆμά ἐϲτι ἕπω ἕπειϲ ἕπει ἀντὶ τοῦ περιέπει. δαϲέωϲ οὖν. H. Vind. 133. ?246. ἓξ ἕλεθ᾿ :τὸ ἕξ δαϲυντέον. ἀριθμητικὸν γάρ ἐϲτιν. H. 256. κεκληγῶταϲ. ἐὰν διὰ τοῦ ω, προπεριϲπᾶται, ἐὰν δὲ διὰ τοῦ ντ, ὡϲ λέγονταϲ. H. 283. λαρὸν τετυκοίμεθα δόρπον. λαρόϲ ὀξυνόμενον ἔχει ἐκτεινόμενον τὸ α. Mon. 35, 13. ?284. ἀλάληϲθαι: ὁ Ἀϲκαλωνίτηϲ περιϲπᾷ, ἵν’ ᾖ παρακειμένου χρόνου ἀπὸ τοῦ ἀλῶ ὡϲ πεποιῆϲθαι. δύναται προπαροξύνεϲθαι ὡϲ Αίολικόν, ἵν’ ᾖ ἀλάληϲθαι ἐνεϲτῶτοϲ χρόνου. τὸ θέμα ἄλημι ὡϲ τίθημι ἄλεμαι ὡϲ τίθεμαι καὶ διπλαϲιαϲμὸϲ μετ’ ἐπεκτάϲεωϲ Αίολικῆϲ ἀλάλημαι ἀλάληϲαι ἀλάληται. Η Q.