Ancient Greek
502 to 597
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 502-597
Not analysed yet
502. τῷ κέ τεῳ: ὁ Ἀρίϲταρχοϲ καὶ ἐγκλίνει τὸ τέῳ. H. 510. πόλιν Τροΐην: τριϲυλλάβωϲ τὸ Τροΐην, ὡϲ καὶ Ἀρίϲταρχόϲ φηϲι. Vind. 133. 519. ἀλλ’ οἷον: θαυμαϲτικῶϲ οἷον. Q. 521. κήτειοι: προπαροξυτόνωϲ. καὶ τοὺϲ μεγάλουϲ ἀκουϲτέον παρὰ τὸ κῆτοϲ, ὡϲ καὶ Ἀρίϲταρχοϲ. BH Q. 539. κατ’ ἀϲφοδελὸν λειμῶνα: ὀξυτόνωϲ. ἄδηλον δὲ πότερον ϲφοδελόν ἢ ἀϲφοδελόν. λέγεται γὰρ καὶ χωρὶϲ τοῦ α. τινὲϲ δὲ γράφουϲι ϲποδελόν διὰ τὴν ϲποδὸν τῶν καιομένων νεκρῶν. ἄμεινον δὲ ἀϲφοδελόν διὰ τὸ Περϲεφόνηϲ εἶναι λειμῶνα τὸν τόπον. εἶπε δὲ ἀϲφοδελὸν τὸν τόπον τὸν ἔχοντα ἀϲφόδελον, ἥτιϲ ἐϲτὶ βοτάνη ὁμοία ϲκίλλῃ. BΗ Q. 540. γηθοϲύνῃ, ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι: χωρὶϲ τοῦ ι γηθοϲύνη ἀντὶ τοῦ χαίρουϲα (Η) Ἀρίϲταρχοϲ· εἰϲὶ μέντοι οἳ ἆναγινώϲκουϲι γηθοϲύνῃ καὶ δοτικὴν πτῶϲιν ἐκδέχονται, οἷϲ ϲυγκατατίθεμαι. Ιl. Pr. Ν 29. 565. ἔνθα χ’ ὁμῶϲ: περιϲπαϲτέον. ἐπίρρημα γάρ. τῷ ϲυνδέϲμῳ οὐ χρῆται, ἀλλ’ ἀντ’ αὐτοῦ τῷ ἔμπηϲ. διὸ καὶ τὸ «ὅμωϲ δ’οὐ λήθετο χάρμηϲ »(Μ 393) οἱ πλείουϲ περιϲπῶϲιν. Q. 580. Λήθὼ γὰρ δ’ ἥλκηϲε —581 Πυθὼ δ’ ἐρχομένην: Πάμφιλοϲ περιϲπᾷ, Ἀρίϲταρχοϲ δὲ ἀνέγνωκε κατ’ ὀξεῖαν τάϲιν. Ιl. Pr. B 262. 588. κατὰ κρῆθεν: διϲυλλάβωϲ καὶ προπεριϲπωμένωϲ τὸ κατὰ κρῆθεν. H. 597. τότ’ ἀπεϲτρέψαϲκε κραταιΐϲ: ὁ μὲν Ἀρίϲταρχοϲ καὶ. Ἡρωδιανὸϲ ὀξυτόνωϲ κατὰ ϲυϲτολὴν ὡϲ λικριφίϲ, ἀμφουδίϲ ἐπιρρηματικῶϲ. ὁ δὲ Ἀϲκαλωνίτηϲ τὸ πλῆρεϲ κραταιὰ ἴϲ οἷον ἰϲχυρὰ. ῷ ἐπείϲθη καὶ ἡ ϲυνήθεια. BHQ.