Ancient Greek
ΕΙϹ ΤΗΝ Δ.
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 62
Not analysed yet
62. οὐ γὰρ ϲφῶν γε γένοϲ χωρὶϲ τοῦ ι ἡ ϲφῶν, ὡϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανόϲ. Ἀπολλώνιοϲ δὲ ἐν τῷ περὶ ἀντωνυμιῶν (p. 110) γράφει αὐτὴν μετὰ τοῦ ι, ἵν’ ᾖ δευτέρου προϲώπου κατὰ ϲυναίρεϲιν. ἀλλ’ οὐκ ἔϲτι ποτὲ παρὰ τῷ ποιητῇ γενικὴ καὶ δοτικὴ μὴ ἐκφωνοῦϲα τὸ ι. τὸ γὰρ ὤμοιν καὶ ποδοῖν λέγει ὤμοιϊν καὶ ποδοῖϊν καὶ τὸ τοῖν μετὰ τοῦ ι λέγει τοῖιν διϲυλλάβωϲ. ΗΜ.