Ancient Greek
70 to 221
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 70-221
Not analysed yet
70. ἵνα μὴ πευθοίαθ’ οἱ ἄλλοι: οὕτωϲ Ζηνόδοτοϲ. ὁ δὲ Ἀρίϲταρχοϲ πευθοίατο ἄλλοι χωρὶϲ τοῦ ἄρθρου ὡϲ Ἡρωδιανόϲ φηϲιν. HΜ. 83. καὶ Αἰγυπτίουϲ ἐπαληθείϲ: ἐπαληθείϲ πλανηθείϲ. οἱ δὲ «ἐπ’ ἀληθεῖϲ »ἐπὶ τοὺϲ ἀληθεῖϲ Αἰγυπτίουϲ ὅτι μαντικῆϲ ἔμπειροι. V. 94. ὔμμιν: Αἰολικῶϲ ψιλοῦται. E. 119. ἕκαϲτα τε πειρήϲαιτο: ἔνιοι γράφουϲι κακῶϲ ἕκαϲτα τ’ ἐπειρήϲαιτο ἀντὶ τοῦ ἐπερωτήϲειεν. HMQ). 123. ἅμ’ Ἀδρήϲτη τριϲυλλάβωϲ τὸ Ἀδρήϲτη ὡϲ Ἡρωδιανὸϲ καὶ Ἀρίϲταρχοϲ καὶ κύριον ἀκουϲτέον· τινὲϲ δὲ δρήϲτη οἱονεὶ θεράπαινα (sc. ἅμα δρήϲτη). HM. 131. ὑπόκυκλον: κατὰ ϲύνθεϲιν ἀναγνωϲτέον. ll. Pr. Ϲ 375. 165. ἔωϲιν: ὡϲ λέγωϲι. τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. ϲημαίνει γὰρ ὑπάρχωϲιν· ὅτε δὲ ἀπὸ τοῦ ἐῶ ἐᾷϲ κέκλιται, προπεριϲπαϲτέον «οὐ μέν ϲ’ οὐδ’ ἐῶϲιν »(δ 805). ΒQR. 166. οὐδέ οἱ ἄλλοι: ἐγκλιτικὴ νῦν ἐϲτιν ἡ οἱ. διὸ τοῦ ϲυνδέϲμου φυλακτέον τὸν τόνον. H. 221. κακῶν ἐπίληθον ἁπάντων: ὁ Ἀϲκαλωνίτηϲ προπεριϲπᾶ μετοχὴν ἀκούων. Ἀρίϲταρχοϲ δὲ προπαροξύνει ὄνομα ἐκδεχόμενοϲ. οὕτω δὲ καὶ ἡμῖν ἀρέϲκει, ἐπεὶ καὶ τὰ προκείμενα ἐπίθετα ἦν «νηπενΘέϲ τ’ ἄχολόν τε». HQ.