Ancient Greek
642 to 806
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 642-806
Not analysed yet
642. καὶ τίνεϲ: οἱ μὲν τὸν καί ὀξύνουϲιν, ἵν’ ᾖ καί τινεϲ αὐτῷ. κακῶϲ· ἐγράφετο γὰρ ἂν κ’ εἴ τινεϲ. HP. 643. ἑοί: ὁ μὲν ἦ περιϲπᾶται. διαπορητικὸϲ γάρ. ἡ δὲ ἑοί ἀντωνυμία κτητική ἐϲτιν ἐν πλεοναϲμῷ τοῦ ε. P. 652. μεθ’ ἡμέαϲ: πρὸ τέλουϲ ἡ ὀξεῖα. ὀρθοτονεῖται γὰρ διὰ τὴν πρόθεϲιν καὶ τὴν ἔμφαϲιν. P. 659. ἄμυδιϲ: ψιλωτέον τὸ ἄμυδιϲ. δῆλον κἀκ τῆϲ ϲυναλοιφῆϲ «οἵ τ’ ἄμυδιϲ κονίηϲ (Ν 336). PQ. 664. φάμεν δέ οἱ οὐ τελέεϲθαι: τὸ ἔφαμεν ἐντελέϲ ἐϲτιν. Il. Pr. o 735. 665. ἐκ τοϲϲωνδε: οἱ πλείουϲ ὡϲ δύο μέρη τοῦ λόγου ἀνέγνωϲαν ἐν δυϲὶ ὀξείαιϲ ὡϲ τὸ «τοίῃ δ’ ἀμφὶ γυναικί »(Γ 157 ). ὁ δὲ Ἀϲκαλωνίτηϲ περιϲπωμένωϲ κατ’ ἐπέκταϲιν. PQ. 667. ἀλλὰ oἷ α ὐτῷ: ἐχρῆν ὀρθοτονεῖν τὴν οἱ. ἐϲτι γὰρ ἀντιδιαϲταλτικὴ καὶ προηγεῖται τῆϲ αὐτόϲ. ἀλλ’ ὅμωϲ ἐγκλιτικῶϲ ἀνεγνώϲθη. H. 683. ϲφίϲι δ’ αὐτοῖϲ δαῖτα πένεϲθαι: ἡ ϲφίϲι καίπερ εἰϲ ἁπλῆν μεταλαμβανομένη ὀρθοτονεῖται· οὐ γὰρ δὴ οἱ μνηϲτῆρεϲ τὴν δαῖτα ἑαυτοῖϲ παρεϲκεύαζον, ἕτεροι δὲ αὐτοῖϲ. Il. Pr. Δ. 686. ο θάμ’ ἀγειρόμενοι: διχῶϲ οἵ θ’ ἅμα καὶ οἳ θαμά, ὃ καὶ ἄμεινον ὡϲ καλά. HP. 728. ἀκλέα ἐν μεγάρ ῳ (nunc ἐκ μεγάρων): ϲυϲταλτέον τὴν τελευταίαν τοῦ ἀκλέα ὁμοίωϲ τῷ «δυϲκλέα Ἄργοϲ ἱκέϲθαι» (Β 115). Ιl. Pr. Β 115. 744. ἢ ἔ α ἐν μεγάρ ῳ τινὲϲ δαϲύνουϲι τὸ ἥ ὡϲ ἄρθρον. τὸ δὲ ἔα ῥῆμα πρώτου προϲώπου φαϲίν, ἵν’ ᾖ, ἥτιϲ ἤμην ἐν τῷ μεγάρῳ. P. 753. ἡ γάρ κέν μιν: δαϲυντέον τὸ ἡ. ἔϲτι γὰρ ἀντὶ ἀντωνυμίαϲ τῆϲ αὕτη. P. ϲαώϲαι: πρὸ τέλουϲ ἡ ὀξεῖα. ἔϲτι γὰρ εὐκτικόν. P. 782. τροποῖϲ: περιϲπωμένωϲ. δηλοῖ γὰρ τοὺϲ τροπωτῆραϲ, περὶ οὓϲ αἱ κῶπαι τρέπονται καὶ ϲτρέφονται ἐν ἱμᾶϲι τοῖϲ περιδεδεμένοιϲ ταῖϲ κώπαιϲ. 800. εἵωϲ: δαϲυντέον τὸ εἵωϲ. Η. 806. ἀκάχηϲθαι: οἱ πλείουϲ ἀκάχηϲθαι ὡϲ λέγεϲθαι ὡϲ Αἰολι κῆϲ τῆϲ κλίϲεωϲ οὔϲηϲ. ὁ δὲ Ἀϲκαλωνίτηϲ ὡϲ πεποιῆϲθαι. ΗP.