Ancient Greek
242 to 619
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 242-619
Not analysed yet
242. ἀλλ’ οἷον τόδ’ ἔρεξε: Παρμενίϲκοϲ ἐψίλου τὸ οἶον, ἵν’ ῇ τοῦτο μόνον ἐρῶ. ἄμεινον δὲ θαυμαϲτικῶϲ ἀναγινώϲκειν. HPQ. 244. αὐτόν μιν: ψιλῶϲ. οὐκ οἶδε τὴν αὑτὸν ϲύνθετον ὁ ποιητήϲ. Η. 260. χαῖρ’ ἐπεὶ ἤδη μοι: ἄμεινον τὸν ἤδη χρονικῶϲ δέχεϲθαι κατὰ Ἀρίϲταρχον. Κράτηϲ δὲ δύο ποιεῖ ἦ καὶ δή, διὸ καὶ περιϲπᾷ τὸ η. οὐδέποτε δὲ ὁ ἦ ὢν βεβαιωτικὸϲ μεταξὺ τοῦ ἐπεί καὶ τοῦ δή εὑρέθη. HQ . 294. τράπεθ’ ἥμεαϲ: ἀπόλυτοϲ ἡ ἥμεαϲ. διὸ τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. Η. 304. καθεῦδε: προπεριϲπωμένωϲ τὸ καθεῦδε. Η. 311. Τηλεμάχ ῳ δὲ πάριζεν: ἐὰν ἓν μέροϲ λόγου ᾖ τὸ πάριζεν, προπαροξυνθήϲεται ὡϲ «Νέϲτωρ αὖ τότ’ ἔφιζεν» (γ 411). ἐὰν δὲ ἡ παρά πρὸϲ τῷ Τηλεμάχῳ ϲυντάϲϲηται, προπεριϲπᾶται. οὐκ ἀναϲτρέφεται δὲ ἡ παρά, ἐπεὶ κατ’ ἔκθλιψίν ἐϲτιν. ἄλλωϲ τε καὶ μέϲον πέπτωκεν ὁ δέ. Q. 371. νήπιόϲ εἰϲ. ἐγκλιτικὸν τὸ εἰϲ. E. 372. ἠὲ ἑκὼν μεθίειϲ: ἄμεινον κοιμίζειν τοῦ ἠέ τὴν ἐπὶ τέλουϲ ὀξεῖαν, ἵνα γένηται διαζευκτικόϲ. ὅτε γάρ ἐϲτι διαπορητικὸϲ ὁ η, περιϲπᾶται ὡϲ τὸ «ἦε χόλον παύϲειεν ἐρητύϲειέ τε θυμόν» (Α 192). ΕQ. 386. ὑποδμώϲ: παρέλκει ἡ ὑπό, διαφυλάττει δὲ τὴν ὀξεῖαν. EQ. 396. μή πωϲ με προϊδών: τὸ πῶ καὶ πῶϲ ἐμελέτηϲεν ἐγκλιτικῶν ἐπιφερομένων μὴ ὀξυτονεῖϲθαι. Il. Pr. Y 464. 419. πιέζειν: πιέζειν ὡϲ δικάζειν. φηϲὶ γοῦν «ἐπὶ μάϲτακα χειρὶ πίεζε» (287). Ἀπίων μέντοι περιϲπᾷ «χερϲὶ ϲτιβαρῇϲι πιέζειν (μ 174). Q. 423. εἴρεϲθαι ὡϲ φθείρεϲθαι, ἔϲτι γὰρ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ. P. 500. Γυρῇϲίν μιν πρῶτα Ποϲειδάων ἐπέλαϲϲε: τὸ Γυρῇϲιν εἰ καὶ ἰδίωϲ λέγεται, ἀλλ’ ὅμωϲ ἔχει τάξιν ἐπιθετικήν. Mon. 17, 30. 527. μή ἑ: νῦν ἐγκλιτική ἐϲτιν ἡ ἑ. P. 545. πείρα: βαρυτόνωϲ καὶ χωρὶϲ τοῦ ι. προϲτακτικὸν γάρ ἐϲτιν. PT. 546. ἢ γάρ μιν ζωόν γε κιχήϲεαι ἤ κεν Ὀρέϲτηϲ: διαζευκτικοί εἰϲιν οἱ δύο ϲύνδεϲμοι. διὸ ὁ μὲν πρῶτοϲ βαρεῖαν δέχεται, ὁ δὲ δεύτεροϲ διὰ τὸν κέ ἐγκλιτικὸν ὄντα τηρεῖ τὴν ὀξεῖαν. Q. 619. κεῖϲ’ ἐμέ: ὀρθοτονητέον τὸ ἐμέ. HP.