Ancient Greek
ΕΙϹ ΤΗΝ Γ.
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 69
Not analysed yet
69. μεταλλῆϲαι καὶ ἔρεϲθαι: ἐν ἑτέροιϲ διαλαμβάνων περὶ τοῦ «μεταλλῆϲαι καὶ ἔρεϲθαι» ἀξιούντων πάντων τὸ ἐρέϲθαι ὁμοίωϲ τῷ πυθέϲθαι, ἐπειδήπερ ὁ δεύτεροϲ ἀόριϲτόϲ ἐϲτιν, ἀπεφηνάμην ὡϲ ἡ παράδοϲιϲ τρίτην ἀπὸ τέλουϲ ἐποίηϲε τὴν ὀξεῖαν οὐ τῷ ϲημαινομένῳ πειϲθεῖϲα ἀλλὰ τῷ χαρακτῆρι τῆϲ φωνῆϲ, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαροξύνεται ὄντα ἔνεϲτῶτοϲ οἷον φέρεϲθαι δέρεϲθαι, ἃ εἶχε. τὴν ρε ϲυλλαβὴν πρὸ τέλουϲ τῆϲ ἀρχούϲηϲ ϲυλλαβῆϲ εἰϲ τὸ ε ληγούϲηϲ —οὕτωϲ καὶ τὸ ἔρεϲθαι ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο οὐ τῷ λόγῳ τοῦ ἀορίϲτου, τῇ δὲ ὁμοιότητι τῆϲ φωνῆϲ. Ιl. Pr. Π 47.