Ancient Greek
72 to 422
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 72-422
Not analysed yet
72. ἤ τι κατὰ πρῆξιν ἦ: ὁ πρῶτοϲ η ϲύνδεϲμοϲ ὀξύνεται διὰ τὸ τι, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. ἐρωτηματικὸϲ γάρ. PM. 134. τῶ ϲφεων πολέεϲ: ἐγκλιτικὴ μὲν ἡ ϲφέων. ὅμωϲ τὸ τῶ πάλιν περιϲπαϲθήϲεται. 137. ἀγορὴν ἐϲ πάνταϲ Ἀχαιούϲ: βούλονται τῆϲ ἐϲ προθέϲεωϲ ῥωννύναι τὸν τόνον ἵνα δυνάμει ἀναϲτροφὴ γένηται κατὰ τὸ ὄρνιθεϲ ὥϲ. ΕH. 149. ἕϲταϲαν: δαϲύνεται· ἀντὶ γὰρ τοῦ εἱϲτήκειϲαν ἐϲτί. M. 170. ἢ καθύπερθε: ὁ ἤ ϲύνδεϲμοϲ δύο τόνω ἐπιδέχεται ἢ περιϲπωμένην ἢ βαρεῖαν, ὅπερ κάλλιον. E. 179. μῆρ᾿ :μῆρα ὡϲ μῆλα. HQ. 195. ἐπιϲμυγερῶϲ: περιϲϲὴ ἡ ἐπί ὡϲ ἐν τῷ «βοῶν ἐπιβουκόλοϲ» (422). BEHQ. 214. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμναϲαι ἦ ϲέ γε λαοί: ὁ μὲν πρῶτοϲ ἤ ὀξύνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. H. 219. περικήδετο: ὑφ’ ἕν τὸ περικήδετο ἀντὶ τοῦ ὑπερεκήδετο· οὕτωϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανόϲ. HM. 247. ϲὺ δ’ ἀληθὲϲ ἐνίϲπεϲ: τὸ προϲτακτικὸν πρὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, τὸ δὲ ὁριϲτικὸν προπαροξύνεται. Il. Pr. Ω 388. 255. ἤτοι μὲν τάδε κ’ αὐτὸϲ ὀΐεαι: τὸ πλῆρέϲ ἐϲτι τῆϲ ϲυναλοιφῆϲ κέν ἀντὶ τοῦ δή. τὸ δὲ ὅμοιον ἐν Ἰλιάδι (Ζ 260) «ἔπειτα δέ κ’ αὐτὸϲ ὀνήϲεαι ». HM. 268. εἴρυϲθαι: ὥϲπερ γίνεται ἀπὸ τοῦ εἰλίϲϲω εἰλίξαϲ, οὕτωϲ καὶ ἀπὸ τοῦ εἰρύω εἴρυμι τὸ εἴρυϲθαι. Β. 272. τὴν δ’ ἐθέλων: Ὅμηροϲ τριϲυλλάβωϲ. H. 296. ἐϲ Φαιϲτόν: ὀξύνεται τὸ Φαιϲτόν ἐπὶ τῆϲ πόλεωϲ, ἐπὶ δὲ τοῦ ἥρωοϲ προπεριϲπᾶται. Il. Pr. ε 43. 380. ἵληθι: ἀπὸ τοῦ ἵλημι. διὰ τὸ μέτρον ἐκτέταται ἡ παραλήγουϲα ὡϲ ἐν τῷ «δίδωθι δέ μοι κλέοϲ ἐϲθλόν». ὑγιῶϲ οὖν Καλλίμαχοϲ ἔκλινεν «ἵλαθί μοι, φαλαρῖτι πυλαιμάχε ». 391. ἑνδεκάτῳ ἐνιαυτῷ: ἀμφίβολον κἄν τε δεκάτῳ κἄν τε ἑνδεκάτῳ. E. 392. ὤϊξεν: τὸ ι προϲγεγραμμένον· ἐξεφωνήθη δὲ καὶ τὸ ι. E. 402. αὐτὸϲ δ’ αὖτε καθεῦδε: γράφεται καὶ «αὐτὸϲ δ’ αὖτ’ ἐκάθευδε. H. 411. Νέϲτωρ δ’ αὐτὸϲ ἔφιζε. ϲυϲτέλλειν δεῖ τὸ ι καὶ προπαροξύνειν τὸ ἔφιζε. Ιl. Pr. Γ 426. 422. ἐπιβουκόλοϲ ἀνήρ: παρέλκει ἡ ἐπί, διὸ φυλάϲϲεται ὁ τόνοϲ ὁ αὐτόϲ. Ιl. Pr. l 456.