Ancient Greek
Section 12
Aelius Herodianus, Περὶ ὀνομάτων 12
Not analysed yet
12. Choer. 246, 19: ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ γέγονε τὸ ἀδελφιδοῦϲ κατὰ κρᾶϲιν καὶ θυγατριδοῦϲ. οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι τοὐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ γέγονε τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν τῆϲ ου διφθόγγου εἰϲ τὸ ο καὶ ε, ἐπειδή, ὥϲ φηϲιν Ἡρωδιανόϲ, οὐδέποτε εὐθεῖα διαλέλυται. τὸ γὰρ εἷϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη.