Ancient Greek
Section 13
Aelius Herodianus, Περὶ ὀνομάτων 13
Not analysed yet
13. Choer. Gaisf. 232,22, Βekk. Anecd. 1195: Ἰϲτέον ὅτι πάντα τὰ εἰϲ υϲ περιϲπώμενα ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα ὑποκοριϲτικά ἐϲτιν οἷον ὁ Καμμῦϲ, ὁ Κλαυϲῦϲ, ὁ Διονῦϲ, ὁ Λαρδῦϲ χωρὶϲ τῶν τριῶν τούτων, φημὶ δὲ τοῦ ὀϲφῦϲ, ὀφρῦϲ, ἰχθῦϲ, τὸ γὰρ ἰξύϲ, εἰ καὶ παρατέθειται ὁ Ἡρωδιανὸϲ ἐν τῷ Ὀνοματικῷ ὡϲ περιϲπώμενον, ἀλλ’ οὖν οὐ περιϲπᾶται, ἀλλ’ ὀξύνεται, ὥϲ φηϲιν ἐν τῇ καθόλου.