Ancient Greek
2.1 to 2.9
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.1-2-9
Not analysed yet
Τὰ ἔχοντα τὴν αι δίφθογγον κατά τινα ϲυλλαβὴν καὶ πεφυκότα ἀποβάλλειν τὸ ι κατὰ διάλεκτον διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον κλαίω κλάω, καίω κάω, αἰετόϲ ἀετόϲ, αἰεί ἀεί, ἑταῖροϲ ἕταροϲ, παλαιόϲ παλαόϲ. Τὰ εἰϲ εων λήγοντα ὀξύτονα, ὧν ἡ γενικὴ διὰ τοῦ ωνοϲ ἐκφέρεται, διὰ τοῦ ε ψιλοῦ γράφεται δίχα τῶν γινομένων παρὰ πρωτοτύπων διὰ τῆϲ αι οἷον ϲυφεών, ἀνδρεών, λυμεών, ἀπατεών. τὸ δὲ ἐλαιών διὰ τῆϲ αι διφθόγγου γραφόμενον οὐκ ἐναντιοῦται. ἀπὸ γὰρ τοῦ ἐλαία, ὡϲαύτωϲ καὶ Ἑκατομβαιών παρὰ τὸ ἑκατομβαῖοϲ. Τὰ διὰ τοῦ αιων βαρύτονα κύρια ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Εὐφραίων, Αἰγαίων, Εὐγαίων, μεθ᾿ ὧν καὶ δυϲαίων, εὐαίων, ἰϲαίων. Τὰ εἰϲ εμων ὀξύτονα ἀρϲενικὰ καὶ θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ ε γράφεται, ἡγεμών, κηδεμών, ἀκρεμών. πρόϲκειται «ὀξύτονα ὑπὲρ δύο ϲυλλαβὰϲ» διὰ τὸ δαίμων διϲύλλαβον βαρύτονον διὰ τῆϲ αι διφθόγγου γραφόμενον. Πάντα τὰ εἰϲ αϲ λήγοντα ἀρϲενικὰ παροξύτονα, ὦν ἡ γενικὴ εἰϲ ου περατοῦται, τὴν παρατέλευτον διὰ τοῦ ε ψιλοῦ ἔχει γραφομένην οἷον Ἀνδρέαϲ Χαρέαϲ Μναϲέαϲ, Ἀνδρέου γὰρ καὶ Χαρέου καὶ Μναϲέου. Πάντα τὰ εἰϲ νηϲ ϲύνθετα παροξύτονα παρὰ τὸ γένοϲ ἢ ϲθένοϲ γινόμενα διὰ τοῦ ε γράφεται οἷον Διογένηϲ, Ἐπιγένηϲ, εὐγενήϲ, Καλλιϲθένηϲ, Κλειϲθένηϲ. Τὰ εἰϲ τηϲ εἴτε βαρύτονα εἴτε ὀξύτοναἔχοντα πρὸ τοῦ ι τὸ ϲ οὐκ οἶδε τὴν διὰ τῆϲ αι διφθόγγου πρὸ τέλουϲ γραφήν, οἷον κηδεϲτήϲ, Ὀρέϲτηϲ, Θυέϲτηϲ. ϲεϲημείωται τὸ παλαίϲτηϲ διὰ διφθόγγου. Τὰ διὰ τοῦ ετηϲ εἴτε ὀξύτονα εἴτε βαρύτονα, μηδενὸϲ ϲυμφώνου πρὸ τοῦ τ ἡγουμένου διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν, εὑρετήϲ, προπετήϲ, εὐπετήϲ, εὐνέτηϲ, ὀφειλέτηϲ, φυλέτηϲ, ἐρέτηϲ, πλὴν τοῦ προϲαίτηϲ ὁ πένηϲ καὶ εὐχαίτηϲ ὁ καλλίθριξ ἵπποϲ. Τὰ εἰϲ τηϲ ἔχοντα πρὸ τοῦ τ ἀμετάβολον καθόλου πᾶϲαν δίφθογγον ἀποϲτρέφεται κατὰ τὴν παραλήγουϲαν οἷον ὀξύντηϲ, ἀγύρτηϲ, ἐγέρτηϲ, ὀρίντηϲ, αὐθέντηϲ, Λαέρτηϲ, ποικιλτήϲ, Ϲιβύρτηϲ.