Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.197
Not analysed yet
Τὰ διὰ τοῦ ιζω ῥήματα εἶτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ ι γράφεται οἰον τρίζω, ϲχίζω, πρίζω, κτίζω, χαρίζω, χω ῥιζῶ, βαπτίζω, ὀνειδίζω, αἰκίζω, πορίζω, Λυδίζω, λακτίζω. ϲεϲημείωται τὸ δανείζω, χρζω, κλῄζω, μείζω. τὸ μὲν δανείζω ἀπὸ τοῦ δάνειον γέγονε δανειάζω ὥϲπερ γένειον γενειάζω καὶ ἐν ϲυγκοπῇ δανείζω. τὸ δὲ χρῇζω διὰ τοῦ η γράφεται καὶ μετὰ τοῦ ῖ, ἐπειδὴ ἀπὸ τοῦ χρέοϲ γέγονε χρείζω καὶ κατὰ τροπὴν τοῦ ε εἰϲ η καὶ ϲυναιρέϲει τοῦ ι γέγονε χρῇζω. ὡϲαύτωϲ ἀπὸ τοῦ κλέοϲ κλείζω καὶ κληίζω καὶ κλiζω κατὰ διάλεκτον. τὸ δὲ μειζω διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ μείζων ϲυγκριτικοῦ γέγονε· τὸ δὲ μείζων ϲυγκριτικὸν γράφεται διὰ διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ μέγαϲ γέγονε μεγάτεροϲ ὁ πρῶτοϲ τύποϲ καὶ ὁ δεύτεροϲ μεγίων καὶ ὁ τρίτοϲ ὁ διὰ δύο ϲϲ μέϲϲων. τὰ δὲ δύο ϲϲ μετέπεϲεν εἰϲ ζ καὶ ἀπετελέϲθη μέζων καὶ ἐν πλεοναϲμῷ τοῦ ι μείζω,