Ancient Greek
2.198 to 2.201
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.198-201
Not analysed yet
Τὰ διὰ τοῦ ϲῖνῦ διϲύλλαβα, εἰ μὲν διὰ τοῦ ἑ ἐκφέρεται κατὰ τὸν μέλλοντα, διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον κτενῶ κτείνω, τενῶ τείνω· εἰ δὲ μὴ ἐκφέρεται διὰ τοῦ ἑ, διὰ τοῦ ι γράφεται οἶον κλίνω κλινῶ, κρίνω κρινῶ. Τὰ διὰ τοῦ eινῦ ὑπὲρ δύο ϲυλλαβάϲ, μὴ ϲυντεθειμένα ἀπὸ ἁπλοῦ γραφομένου διὰ τοῦ ι, διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον φαείνω, ἀλεείνω, ἐρεείνω πλὴν τοῦ ὀρίνω ὠδίνω. ὑπὲρ δύο ϲυλλαβὰϲ» δὲ διὰ τὸ κρίνω κλίνω· «ἀπὸ ἁπλῶν» δὲ κδιὰ τοῦ γραφομένων» διὰ τὸ κρίνω καὶ ϲυγκρίνω. Πάντα τὰ διὰ τοῦ ειρῶ τὴν διὰ τοῦ ῖ μόνου γραφὴν ἀποϲτρέφεται οἰον ἀγείρω, ἀείρω, ἱμείρω, οἰκτείρω, ἐγείρω, ἐθείρω τὸ ἐξ ἔθουϲ τὶ διαπράττομαι, ϲπείρω, εἱρω, δείρω. Τὰ εἰϲ ω λήγοντα ῥήματα βαρύτονα ἔχοντα δύο τὰ αὐτὰ ϲύμφωνα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον τίλλω, πάλλω, ἀῖϲϲω, ἑλίϲϲω. πρόϲκειται «βαρύτονα» διὰ τὸ κρειϲϲῶ.