Ancient Greek
Book 2, ΚΑΝΟΝΕϹ ΚΑΘΟΛΙΚΟΙ., ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΑΟΥϹ ϹΥΛΛΑΒΩΝ.
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.202
Not analysed yet
Τὰ παρὰ μέλλοντα ἢ ἐνεϲτῶτα περιϲπώμενον ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ ειω γινόμενα παραγωγὰ διὰ τῆϲ ει διφθόγγου γράφεται οἶον θῶ θείω, ϲῶ ϲείω, κῶ τὸ ὑπνῶ, ἐξ οὗ κῶμα ὁ ὕπνοϲ, κείω, οὗ ὁ μέλλων κείϲω καὶ παθητικὸν κείομαι καὶ κατὰ ϲυγκοπὴν κεῖμαι, ὀλῶ ὀλείω, κιχῶ κιχείω, ὄψω ὀψείω, βρώϲω βρωϲείω, ποιήϲω ποιηϲείω, γαμήϲω γαμηϲείω, τελῶ τελείω, κρατῶ κρατείω, ῥιγῶ ῥιγείω, ὀκνῶ ὀκνείω, θάλπω θαλπείω.