Ancient Greek
2.42 to 2.44
Aelius Herodianus, Περὶ ὀρθογραφίας 2.42-44
Not analysed yet
Τὰ ἀπὸ τῶν εἰϲ ϲῦϲ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ ειοϲ παραγόμενα διὰ τῆϲ ει γράφεται οἷον Ὀδυϲϲεύϲ Ὀδύ(ϲειοϲ, Ἀχιλλεύϲ Ἀχίλλειοϲ, βαϲιλεύϲ βαϲίλειοϲ. καὶ τὸ κύριον δὲ ὄνομα διὰ τῆϲ ει διφθόγγου γράφεται. Τὰ ἀπὸ τῶν εἰϲ ιϲ διὰ τοῦ ειοϲ γινόμενα πρὸ μιᾶϲ ἔχοντα τὸν τόνον διὰ τῆϲ ει διφθόγγου γράφεται, δῆριϲ δηρεῖοϲ καὶ τροπῇ Δαρεῖοϲ οἱονεὶ ὁ πολεμικόϲ. Ἦτιϲ ὄνομα πόλεωϲ καὶ Ἠτεῖοϲ ὁ πολίτηϲ, μάνιϲ μαντεῖοϲ ὁ Ἀπόλλων. ἔφοροϲ γὰρ τῆϲ μαντείαϲ. πρόϲκειται «πρὸ μιᾶϲ ἔχοντα τὸν τόνον», ἐπειδὴ ἀπὸ τοῦ μάντιϲ γίνεται κύριον Μάντιοϲ. Τὰ ἀπὸ τῶν εἰϲ ωρ, εἰ μὲν τρέπει τὸ ω, διὰ τῆϲ ε διφθόγγου γράφεται διὰ τὸ εἶναι κτητικὰ οἱον Νέϲτωρ Νεϲτόρειοϲ «Nεϲτορέῃ παρὰ νηΐ» (Β 54) εἰ δὲ φυλάττει τὸ ω, διὰ τοῦ ι οἷον πέλωρ πελώριοϲ, ἕλωρ ἑλώριοϲ.