Ancient Greek · ~2 min
1 to 2
Aelius Herodianus, Περὶ ῥημάτων 1-23-2
Not analysed yet
εἰ ὁ ἐνεϲτὼϲ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, καὶ ὁ δεύτεροϲ ἀόριϲτοϲ διὰ καθαροῦ τοῦ ον ἐκφέρεται οἷον κίω ἔκιον ὡϲ παρὰ τῷ ποιητῇ «ἔκιον μεγάλῳ ἀλαλητῷ »(Μ 138), καίω ἔκαον ἐξ οὗ τὸ ἐκάην, πίω ἔπιον. «οἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα δῖον »(Ζ 500) ἀντὶ τοῦ ἐγόων. ὁ μὲν Ἀπολλώνιοϲ δευτέραϲ ϲυζυγίαϲ αὐτὸ εἶναι λέγει καὶ παρατατικοῦ, ὁ δὲ Ἡρωδιανὸϲ δευτέρου ἀορίϲτου ὥϲπερ κτυπῶ ἔκτυπον, οὕτω γοῶ ἔγοον.