Ancient Greek · ~7 min
25.
Aelius Herodianus, Περὶ ῥημάτων 1-24
Not analysed yet
λίγξε (Δ 125) τοῦτο δηλοῖ μίμηϲιν ἤχου, ὃν ἀφιεμένου τοῦ βέλουϲ ἀποτελεῖ ἡ νευρά. τὰ δὲ κατὰ μίμηϲιν φωνῆϲ λεγόμενα εἰϲ ἰδιότητα γέγονε· καὶ τοίνυν τὸ λίγξε, εἰ καὶ ἀορίϲτου α΄ χαρακτῆρα ἔχει, ἀλλ’ οὖν τὸ θέμα αὐτοῦ μὴ ζητήϲειϲ, ὅθεν τὸν Νίκανδρόν τινεϲ ἐμέμψαντο ἐν τῷ λέγειν «ἐπιλίζονταϲ ὀϊϲτούϲ». τοῦ γὰρ λίγξε τὸ θέμα θελήϲαϲ εἰπεῖν ἔφθειρε τὴν τοῦ ἤχου μίμηϲιν· οὐ γὰρ ἀπὸ θέματοϲ τὰ τοιαῦτα κέκλιται, ἀλλ’ ἀπὸ τῶν φωνῶν μόνων αὐτῶν ἡ ὀνοματοποιΐα γέγονε καὶ τὸ «ϲίζ’ ὀφθαλμόϲ» (ι 394 )καιόμενοϲ γὰρ ὁ τοῦ Κύκλωποϲ ὀφθαλμὸϲ ποιὰν ἀπετέλεϲε φωνήν. τοῦ οὖν ϲίζω χαρακτῆρα ἔχοντοϲ ἐνεϲτῶτοϲ χρόνου μὴ ζήτει μηδένα χρόνον ἕτερον μηδὲ ἔγκλιϲιν ἑτέραν μηδὲ ὡϲ τὸ ἵζω κλίνῃϲ τὸ ϲίζω, ἵνα μὴ καὶ τὸ ϲημαινόμενον διαφθείρῃϲ. πάλιν ἔϲτι τὸ «κύματα παφλάζοντα (Ν 798). μὴ οὖν ὥϲπερ τὸ θαυμάζω κλίνῃϲ παφλάϲω ἢ πεπάφλακα, ἀφαιρήϲειϲ γὰρ τὴν λέξιν τῆϲ ἐμφάϲεωϲ, τῆϲ τοῦ ἤχου μιμήϲεωϲ. πάλιν ἔϲτι παρὰ τῷ ποιητῇ «κρίκε δὲ ζυγόν »(Π 4 70) μιμητικῶϲ εἰρημένον, ἐφ’ οὗ τινεϲ οὐ προϲεϲχηκότεϲ τῇ μιμήϲει τῆϲ φωνῆϲ ἠπόρηϲαν, ὡϲ Ἡρωδιανόϲ φηϲι, πῶϲ ἀπὸ θέματοϲ τοῦ κρίζω ὢν ὁ δεύτεροϲ ἀόριϲτοϲ οὕτε διὰ τοῦ γ ἐϲτὶν οὕτε διὰ τοῦ δ ὡϲ τὸ φράζω ἔφραδον καὶ ϲτίζω ἔϲτιγον, ἀλλὰ διὰ τοῦ ὅτι δέ ἐϲτι τὸ κρίζω θέμα, δῆλον ἐκ τῶν κινημάτων· ὁ γὰρ ποιητήϲ φηϲιν «αἱ κεκριγυῖαι »(ω 9) καὶ ῥηματικὸν ὄνομα κριγή ὡϲ παρ’ Ἱππώνακτι «κριγὴ δὲ νεκρῶν ἄγγελόϲ τε καὶ κῆρυξ». ϲχηματίζει δὲ τὸ κρίζω Ἡρωδιανὸϲ οὕτωϲ ἔϲτι μονοϲύλλαβον κρῶ, ἀφ’ οὖ τὸ κράζω ἕτερον ῥῆμα καὶ κρώζω ἀπὸ δὲ τοῦ κράζω γίνεται κρίζω ὡϲ ϲτάζω ϲτίζω, ϲεβάζω ϲεβίζω. τούτου δὲ τοῦ κρίζω ἡμαρτημένον ἀόριϲτον παραλαμβάνει τὸ κρίκε. ἡμεῖϲ δὲ οὐ φαμὲν ἡμαρτῆϲθαι, ἀλλὰ πεποιῆϲθαι.