Ancient Greek · ~5 min
3.
Aelius Herodianus, Περὶ ῥημάτων 1-3
Not analysed yet
ἐπὶ τῶν ἀπὸ προθέϲεωϲ ἀρχομένων γίνεται ϲύνθεϲιϲ κλίϲεωϲ, τουτέϲτι κατὰ χρόνον γίνεται ἡ ϲύνθεϲιϲ καὶ ὡϲ ἄν τιϲ εἴποι, πρῶτον κλίνεται καὶ οὕτω ϲυντίθεται οἷον ἀπὸ τοῦ γράφω γίνεται καταγράφω καὶ ἀπὸ τοῦ ἔγραφον κατέγραφον καὶ ἀπὸ τοῦ γέγραφα γίνεται καταγέγραφα καὶ ἀπὸ τοῦ ἐγεγράφειν γίνεται κατεγεγράφειν καὶ ἀπὸ τοῦ ἔγραψα τὸ κατέγραψα καὶ ἀπὸ τοῦ γράψω τὸ καταγράψω. τοῦτο δὲ γίνεται, ἵνα μὴ ἐξαμαυρωθῇ ἡ πρόθεϲιϲ ἔξωθέν τί ποτε δεχομένη. τῆϲ γὰρ προθέϲεωϲ οὐδὲν ἐθέλει προτίθεϲθαι. —ταῦτα μὲν ὁ Ἀπολλώνιόϲ φηϲι. πρὸϲ τοῦτον δὲ ἀντιλέγει ὁ Ἥρωδιανὸϲ λέγων, ὅτι πρῶτον μὲν οὐκ ἔϲτιν ἡ κατά πρόθεϲιϲ ἐν τῷ κατέγραφον, ἀλλὰ μέροϲ ἐϲτὶ τοῦ ῥήματοϲ, εἰ καὶ ἀπὸ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ. ὥϲπερ γὰρ ἐν τῷ εὐγενήϲ οὐκ ἔϲτι τὸ ευ ἐπίρρημα, ἀλλὰ μέροϲ ἐγένετο τοῦ ὀνόματοϲ, εἰ καὶ ἀπὸ ἐπιρρήματοϲ ἐγένετο ἡ ϲύνθεϲιϲ, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεϲίϲ ἐϲτιν ἡ κατά, ἀλλὰ μέροϲ τοῦ ῥήματοϲ, εἰ καὶ ἀπὸ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ, ἀλλωϲ τε ἰδοὺ τὸ ϲυνήγοροϲ ἀπὸ προθέϲεωϲ ἄρχεται, καὶ ὅμωϲ λέγεται εὐϲυνήγοροϲ, καὶ πάλιν ϲύμβουλοϲ εὐϲύμβουλοϲ, ἐπανοίκτηϲ θυρεπανοίκτηϲ· οὐκ ὤφειλεν οὖν οὐδὲ ταῦτα ἀπὸ προθέϲεωϲ ἀρχόμενα δέξαϲθαι ἔξωθέν τί ποτε. ταῦτα μὲν οὖν ὁ Ἡρωδιανόϲ.