Ancient Greek · ~2 min
2.
Aelius Herodianus, Περὶ ῥημάτων 5-2
Not analysed yet
ἔτι δὲ εἰ μὲν μέλλων ἄρχεται ἀπὸ φωνήεντοϲ, ἰϲοϲυλλαβεῖ αὐτῷ ὁ κοινὸϲ παρακείμενοϲ ἀγοράϲω ἠγόρακα, ὀμόϲω ὤμοκα. εἰ δὲ ἀπὸ ϲυμφώνου, περιττεύει τύψω τέτυφα, ποιήϲω πεποίηκα. ὁ ὑπερϲυντέλικοϲ ἐν τοῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομένοιϲ ἰϲοϲυλλαβεῖ καὶ ὁμοχρονεῖ τῷ παρακειμένῳ ἠγόρακα ἠγοράκειν, ἔφθαρκα ἐφθάρκειν, ἐν δὲ τοῖϲ ἀπὸ ϲυμφώνου ἀρχομένοιϲ ὑπὲρ τὰϲ τοῦ παρακειμένου ϲυλλαβὰϲ παραλαμβάνει ε τέτυφα ἐτετύφειν, γέγραφα ἐγεγράφειν. μεγεθύνεται δὲ πολλάκιϲ ἐν τοῖϲ Ἀττικοῖϲ τοῖϲ ἀπὸ βραχείαϲ ἀρχομένοιϲ, ὀμώμοκα ὠμωμώκειν, ἀκήκοα ἠκηκόειν. καὶ ταῦτα μὲν ἐκ τοῦ πολυμαθοῦϲ Ἡρωδιανοῦ περὶ παρῳχημένων γενικῶϲ.