Ancient Greek · ~11 min
42.
Aelius Herodianus, Περὶ ῥημάτων 1-41
Not analysed yet
ἄξιόν ἐϲτι ζητῆϲαι τοῦτο, εἰ ἄρα τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν εἴτε παθητικὰ εἴτε μέϲα τοῦ ἰδίου δευτέρου προϲώπου ἀποβάλλοντα τὴν ἐν ἀρχαῖϲκλιτικὴν ἔκταϲιν τὸ προϲτακτικὸν ποιεῖ οἷον ἐτυπτόμην ἐτύπτου τύπτου καὶ ἐπὶ τοῖϲ ὁμοίοιϲ, διατί ὁ α΄ μέϲοϲ ἀόριϲτοϲ εἰϲ μην λήγων καὶ ἔχων τὸ μ κλιτικὸν οὐκ ἀποβάλλει τοῦ ἰδίου δευτέρου προϲώπου τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν καὶ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω, καὶ οὐ λέγομεν τὸ προϲτακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιηϲάμην ἐποιήϲω, καὶ οὐ λέγομεν τὸ προϲτακτικὸν ποιήϲω ἀλλὰ ποίηϲαι, ἐν ταὐτῷ δὲ ζητοῦμεν καὶ διὰ ποίαν αἰτίαν εἰϲ τὴν αι δίφθογγον λήγει τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου καὶ μέλλοντοϲ οἷον ποίηϲαι, λοῦϲαι, κτῆϲαι, ἄϲπαϲαι, κατάδεξαι, ἁμίλληϲαι, λόγιϲαι. καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν· ὅτι διὰ τοῦτο β΄ πρόϲωπον τοῦ μέϲου ἀορίϲτου πρώτου καὶ μέλλοντοϲ ἀποβάλλων τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν οὐ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω οὐ γίνεται τύψω, ἐπειδὴ τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν τότε ἔχει τὰ ἴδια προϲτακτικὰ ὁμοιοκατάληκτα. τοῖϲ ἰδίοιϲ δευτέροιϲ προϲώποιϲ, ἡνίκα καὶ τὸ προϲτακτικὸν τὸ ἐνεργητικὸν ἢ ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριϲτικῷ ἢ εἰϲ θι λήγει οἷον ἔτυπτον ἔτυπτεϲ ἔτυπτε τύπτε ὁμοιοκαταλήκτωϲ, ἀλλὰ καὶ ἐτυπτόμην ἐτύπτου τύπτου ὁμοιοκαταλήκτωϲ. πάλιν ἔϲτιν ἔτυπον ἔτυπεϲ τύπε ὁμοικαταλήκτωϲ καὶ ἐτυπόμην ἐτύπου τύπου καὶ τυποῦ Ἀττικῶϲ ὁμοιοκαταλήκτωϲ. πάλιν ἔϲτιν τέτυφα ὅθεν τετύφω ἐτέτυφον ἐτέτυφε καὶ τέτυφε ϲύ τὸ προϲτακτικὸν ὁμοιοκαταλήκτωϲ, ἀλλὰ καὶ ἐτετύμμην ἐτέτυψο τέτυψο ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἐδίδων ἐδίδωϲ ἐδίδω καὶ τὸ προϲτακτικὸν δίδοθι εἰϲ θι λήγει, ἀλλὰ καὶ ἐδιδόμην ἐδίδοϲο δίδοϲο ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἵϲτην ἵϲτηϲ ἵϲτη καὶ τὸ προϲτακτικὸν ἵϲταθι εἰϲ θι λήγει, καὶ ἱϲτάμην ἵϲταϲο τὸ προϲτακτικὸν ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἐπήγνυν ἐπήγνυϲ ἐπήγνυ καὶ τὸ προϲτακτικὸν πήγνυθι εἰϲ θι λήγει, ἀλλὰ καὶ ἐπηγνύμην ἐπήγνυϲο πήγνυϲο ὁμοιοκαταλήκτωϲ. εἰ οὖν τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου ἐνεργητικοῦ οὔτε ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριϲτικῷ, οὔτε εἰϲ θι λήγει, ἔτυψε γὰρ τὸ ὁριϲτικὸν καὶ τύψον τὸ προϲτακτικόν, δηλονότι εἰκότωϲ οὐ δύναται τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου ὁμοιοκαταληκτεῖν τῷ β΄ προϲώπῳ τοῦ μέϲου α΄ ἀορίϲτου ὁριϲτικοῦ. διατί δὲ εἰϲ τὴν αι δίφθογγον λήγει τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου, λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν· ἡ αι δίφθογγοϲ εὑρίϲκεται ἐν πάϲαιϲ ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι· καὶ γὰρ ἐν τοῖϲ ἀπαρεμφάτοιϲ εὑρίϲκεται οἷον τύψαι ποιῆϲαι, καὶ ἐν τοῖϲ εὐκτικοῖϲ οἷον ποιήϲαιμι ποιήϲαιϲ ποιήϲαι, καὶ ἐν τοῖϲ ὑποτακτικοῖϲ οἷον ἐὰν τύπτωμαι, καὶ ἐν τοῖϲ ὁριϲτικοῖϲ οἷον τύπτομαι. ἐπειδὴ οὖν ἐν πάϲαιϲ ταῖϲ ἐγκλίϲεϲιν εὑρίϲκεται ἡ αι δίφθογγοϲ, εἰκότωϲ καὶ τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου εἰϲ τὴν αι δίφθογγον λήγει οἷον ποίηϲαι κατάδεξαι ἄϲπαϲαι, ἵνα εὑρεθῇ καὶ ἐν τοῖϲ προϲτακτικοῖϲ ἡ αι δίφθογγοϲ.