Ancient Greek · ~8 min
41.
Aelius Herodianus, Περὶ ῥημάτων 4-7
Not analysed yet
o δύο ἀόριϲτοι οἱ παθητικοί, φημὶ δὲ ὁ α΄ καὶ ὁ β΄, κατὰ τὸ γ΄ ἑαυτῶν πρόϲωπον προϲλαμβάνοντεϲ τὴν θι ϲυλλαβήν, ἀλλὰ καὶ τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβάλλοντεϲ, τὸ προϲτακτικὸν ποιοῦϲιν ἑαυτῶν τε καὶ τῶν μελλόντων· ὁ α΄ ἀόριϲτοϲ τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ α΄ καὶ ὁ β΄ ἀόριϲτοϲ τοῦ β΄ ἀορίϲτου καὶ μέλλοντοϲ οἶον ἐτύφθη τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τ τύφθητι, ἐλέχθη λέχθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ λέχθητι, ἐνύγη νύγηθι, ἐϲτάλθη ϲτάλθητι, ἐδάρη δάρηθι εἰϲ θι δὲ ταῦτα ἔχει τὸ προϲτακτικόν, ἐπειδὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ ἔχει τὴν μετοχὴν οἷον τυφθείϲ τυφθέντοϲ, δαρείϲ δαρέντοϲ τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰε ϲ μετ᾿ ὀξείαϲ τάϲεωϲ οἶον ἱϲτάϲ ἱϲτάντοϲ ἵϲταθι, διδούϲ διδόντοϲ δίδοθι, ζευγνύϲ ζευνύντοϲ ζεύγνυθι, πηγνύϲ πηγνύντοϲ πήγνυθι, ϲτάϲ ϲτάντοϲ ϲτῆθι, βάϲ βάντοϲ βῆθι, γνούϲ γνόντοϲ γνῶθι, οὕτωϲ οὖν καὶ τυπείϲ τυπέντοϲ τύπηθι, τυφθείϲ τυφθέντοϲ τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων τύφθητι κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τ. δε΄ δὲ γινώϲκειν, ὅτι τότε τρέπεται τὸ θ εἰϲ τ ἐν τοῖϲ εἰϲ θι προϲτακτικοῖϲ ἡνίκα προηγεῖται ἕτερον θ οἷον τύφθηθι τύφθητι, λέχθηθι λέχθητι, νύχθηθι νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον θ, οὐ τρέπεται τὸ θ εἰϲ τ οἷον φάθι ἀντὶ τοῦ εἰπέ, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Ἱππεῦϲι (23) «αὐτὸ φάθια». ϲεϲημείωται ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ θι ποιε τὸ προϲτακτικόν, τὸ δόϲ, θέϲ, ἕϲ, ϲημαίνει δὲ τὸ πέμψον, ἐξ οὖ ἐν ϲυνθέϲει τὸ ἄφεϲ καὶ πρόεϲ καὶ πάρεϲ καὶ μέθεϲ ταῦτα γὰρ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον δούϲ δόντοϲ, θείϲ θέντοϲ, εἵϲ ἕντοϲ, ἐξ οὖ καὶ τὸ ἀφείϲ ἀφέντοϲ, οὐκ ἐγένετο εἰϲ θι ἐν τοῖϲ προϲτακτικοῖϲ, δόϲ γὰρ καὶ θέϲ καὶ ἕϲ τὰ προϲτακτικά. πρόϲκειται ἐν τῷ κανόνι, «μετ᾿ ὀξείαϲ τάϲεωϲ οἶον τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ», διὰ τὸ τύψαϲ τύψαντοϲ· αὕτη γὰρ εἰϲ ϲ λήγει, καὶ ἐπειδὴ οὐκ ἔϲτιν ὀξυνομένη, οὐ ποιεῖ τὸ προϲτακτικὸν εἰϲ θι, τύψον γὰρ τὸ προϲτακτικόν.