Ancient Greek · ~2 min
43.
Aelius Herodianus, Περὶ ῥημάτων 1-42
Not analysed yet
ὁ δὲ Ἡρωδιανὸϲ ἀλλοίωϲ ϲχηματίζει αὐτὸ ὅτι ἀπὸ τοῦ περιπατοῖμι τροπῇ τῆϲ μι εἰϲ ην καὶ ἐκ τούτου τὸ β΄ πρόϲωπον περιπατοίηϲ τροπῇ τοῦ ν εἰϲ ϲ καὶ τὸ γ΄ περιπατοίη ἀποβολῇ τοῦ ϲ, ὥϲπερ ἐτύφθην ἐτύφθηϲ ἐτύφθη, ἐδάρην ἐδάρηϲ ἐδάρη. τούτων οὕτωϲ ἐχόντων δεῖ γινώϲκειν ὅτι τὸ τρέφοιν, ὡϲ παρ᾿ Εὐριπίδῃ (fr. 152 Dind.) ἄφρων ἂν εἴην εἰ τρέφοιν τὰ τῶν πέλαϲ γέγονε τοῦτον τὸν τρόπον ἔϲτι τρεφοίην ὡϲ περιπατοίην καὶ λοιπὸν ἀπὸ τοῦ τρεφοίην κατὰ ϲυγκοπὴν τοῦ η γέγονε τρέφοιν.