Ancient Greek · ~8 min
42.
Aelius Herodianus, Περὶ ῥημάτων 4-8
Not analysed yet
Δεῖ δὲ γινώϲκειν ὅτι τὰ εὐκτικὰ ἢ εἰϲ μι λήγει ἢ εἰϲ μην ἢ εἰϲ ην καθαρὸν οἷον τύπτοιμι τυπτοίμην τυφθείην. καὶ τὰ μὲν εἰϲ μι ἐνεργητικά ἐϲτιν ἢ μέϲα, οὐδέποτε δὲ παθητικά· ἐνεργητικὰ μὲν οἷον τύπτοιμι, βοῶμι, χρυϲοῖμι, τετύφοιμι, μέϲα δὲ οἷον τετύποιμι, δεδούποιμι, πεποίθοιμι. τὰ δὲ εἰϲ μην παθητικά ἐϲτιν ἢ μέϲα, οὐδέποτε δὲ ἐνεργητικά· παθητικὰ μὲν οἷον τυπτοίμην, λεγοίμην, χρυϲοίμην, μέϲα δὲ οἷον τυψαίμην λαβοίμην. τὰ δὲ εἰϲ ην καθαρὸν ἢ παθητικά ἐϲτιν ἢ ἐνεργητικά, οὐδέποτε δὲ μέϲα· ἐνεργητικὰ μὲν οἷον τιθείην, ἱϲταίην, γνοίην, δοίην, παθητικὰ δὲ οἷον τυφθείην, δαρείην, νυγείην. καὶ ἰϲτέον ὅτι ὅϲα μὲν ἔχει εἰϲ μενοϲ τὴν μετοχὴν, εἰϲ μην ἔχει τὸ εὐκτικὸν οἷον τυπτόμενοϲ τυπτοίμην, τυφθηϲόμενοϲ τυφθηϲοίμην, τυψάμενοϲ τυψαίμην· ὅϲα δὲ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ᾿ ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην, εἰϲ ην καθαρὸν ἔχει τὸ εὐκτικὸν οἶον τυφθείϲ τυφθέντοϲ τυφθείην, δαρείϲ δαρέντοϲ δαρείην, ἱϲτάϲ ἱϲτάντοϲ ἱϲταίην, δούϲ δόντοϲ δοίην, γνούϲ γνόντοϲ γνοίην. τὰ δὲ μηδὲν τούτων ἔχοντα εἰϲ μι ἔχει τὸ εὐκτικὸν οἶον τύπτων τύπτοντοϲ τύπτοιμι, βοῶν βοῶντοϲ βοῶμι, τετυφώϲ τετυφότοϲ τετύφοιμι. τοῦτο γὰρ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, ἵνα ποιήϲωμεν εἰϲ ην τὸ εὐκτικόν. δε δὲ γινώϲκειν ὅτι πολλάκιϲ εὑρίϲκομεν εἰϲ ην καθαρὸν εὐκτικὰ μὴ οὔϲηϲ τῆϲ μετοχῆϲ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένηϲ, περιπατοίην, περιπατῶν γὰρ περιπατοῦντόϲ ἐϲτιν ἡ μετοχὴ . τοῦτο δὲ ὁ μὲν Ἀπολλώνιοϲ ϲχηματίζει οὕτωϲ, λέγων, ὅτι ἔϲτι περιπατοῖμι περιπατοῖϲ περιπατοῖ καὶ Ἀττικῶϲ γίνεται περιπατοίη κατὰ πλεοναϲμὸν τοῦ η· καὶ ἐπειδὴ πᾶν τρίτον πρόϲωπον εἰϲ η καταλῆγον προϲθέϲει τοῦ ϲ ποιεῖ τὸ β΄ καὶ τροπῇ τοῦ ϲ εἰϲ ποιεῖ τὸ α΄ οἷον ἐτύφθη ἐτύφθηϲ ἐτύφθην, ἐδάρη ἐδάρηϲ ἐδάρην, ἐνύγη ἐνύγηϲ ἐνύγην, τούτου χάριν ἐγένετο τὸ β πρόϲωπον προϲθέϲει τοῦ ϲ περιπατοίηϲ καὶ τροπῇ τοῦ ϲ εἰϲ τὸ ν περιπατοίην τὸ πρῶτον.