Ancient Greek · ~2 min
44.
Aelius Herodianus, Περὶ ῥημάτων 1-43
Not analysed yet
προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ ϲὺν τῷ ῑ τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐκ τοῦ μεμνέοιτο ἡγούμενοϲ αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐϲτὶν ὁ ϲχηματιϲμὸϲ καὶ προπεριϲπᾶται ἐν Κύρου παιδείαϲ πρώτῳ (6, 3) «ἀλλ’ ὅτε τὰ ἄριϲτα πράττοι, τότε μάλιϲτα τὸν θεὸν μεμνῷτο ». τὸ δὲ ἀνάλογον διὰ τοῦ η προϲκειμένου τοῦ ῑ παρ᾿ Ἀριϲτοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου» καὶ πάλιν προπεριϲπαϲτέον. ἐν ἑτέροιϲ μέντοι ἐντελῶϲ περὶ τοῦ ϲχηματιϲμοῦ διέλαβον.