Ancient Greek · ~4 min
43.
Aelius Herodianus, Περὶ ῥημάτων 6-3
Not analysed yet
ἰϲτέον ὅτι τύψαντοϲ ἔϲτιν ἡ γενικὴ τῆϲ μετοχῆϲ, καὶ λοιπὸν τρέπουϲα τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μι καὶ πρὸ τοῦ μ δεχομένη τὸ ῑ καὶ ἀποβάλλουϲα τὰ μὴ δυνάμενα ϲυνεκφωνηθῆναι ϲτοιχεῖα, φημὶ δὲ τὸ ν, τὸ εὐκτικὸν ποιεῖ οἶον τύψαιμι· εἰ γὰρ καὶ εἶχε τὴν μετοχὴν τούτου εἰϲ καὶ διὰ τοὺ ντ κλινομένην, ἀλλ᾿ οὐκ ἔχει αὐτὴν ὀξύτονον, καὶ τούτου χάριν οὐκ ἔχει εἰϲ ην καθαρὸν τὸ εὐκτικόν. δεῖ δὲ γινώϲκειν ὅτι τὰ εὐκτικὰ τοῦ α΄ ἀορίϲτου ἐνεργητικοῦ οἱ Αἰολεῖϲ διὰ τοῦ εια προφέρονται οἷον τύψαιμι τύψεια, ὑποϲτρέψαιμι ὑποϲτρέψεια. καὶ τῷ μὲν α΄ προϲώπῳ οἱ Αἰολεῖϲ μόνοι κέχρηνται, τῷ δὲ δευτέρῳ καὶ τρίτῳ καὶ οἱ Ἀθηναῖοι οἶον τύψειαϲ τύψειε, καὶ τύψειαν τὸ γ΄ τῶν πληθυντικῶν· τίϲειαϲ τίϲειε καὶ τίϲειαν τὸ γ΄ τῶν πληθυντικῶν, ὡϲ παρὰ τῷ ποιητῇ (A 42) τίϲειαν Δαναοὶ ἐμὰ δάκρυα ϲοῖϲι βέλεϲι καὶ πάλιν ὑποϲτρέψειαϲ μηδέτι ϲοῖϲι πόδεϲϲι ὑποϲτρέψειαϲ (Γ 407) καὶ ὑποϲτρέψειαν τὸ πληθυντικόν.