Ancient Greek · ~6 min
41.
Aelius Herodianus, Περὶ ῥημάτων 2-14
Not analysed yet
τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν εἶτε παθητικὰ εἴτε μέϲα τοῦ ἰδίου β΄ προϲώπου ἀποβάλλοντα τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκταϲιν τὸ προϲτακτικὸν ποιεῖ, τοῦ αὐτοῦ δηλονότι τόνου φυλαττομένου οἶον ἐτυπτόμην ἐτύπτου τύπτου, ἐγραφόμην ἐγράφου γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ βοῶ, ἐχρυϲούμην ἐχρυϲοῦ χρυϲοῦ, ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίηϲο πεποίηϲο, ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύγου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου. ταῦτα δέ, φημὶ τὰ προϲτακτικὰ τοῦ β΄ μέϲου ἀορίϲτου, οἱ Ἀθηναῖοι περιϲπῶϲιν οἷον τυποῦ καὶ λαβοῦ καὶ νυγοῦ καὶ πυθοῦ. ὑπεξαιρείϲθω δὲ ὁ πρῶτοϲ μέϲοϲ ἀόριϲτοϲ. ἐκεῖνοϲ γὰρ εἰϲ μην λήγει καὶ ἔχει τὸ μ κλιτικόν, καὶ ὅμωϲ οὐκ ἀποβάλλει τοῦ ἰδίου β΄ προϲώπου τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν καὶ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω. οὐ λέγομεν τὸ προϲτακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιηϲάμην ἐποιήϲω, οὐ λέγομεν τὸ προϲτακτικὸν ποιήϲω ποίηϲα, καὶ πάλιν ἐλουϲάμην ἐλούϲω, οὐ λέγομεν τὸ προϲτακτικὸν λούϲω ἀλλὰ λοῦϲαι. πρόϲκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλιτικὸν» διὰ τὸ ἐδάμην. τοῦτο γὰρ εἰϲ μην λήγει καὶ ὅμωϲ εἰϲ θι ἔχει τὸ προϲτακτικὸν οἶον δάμηθι, καὶ οὐκ ἀπὸ τοῦ ἰδίου β΄ προϲώπου ποιεῖ αὐτὸ κατὰ ἀποβολὴν τῆϲ κατ᾿ ἀρχὴν κλιτικῆϲ ἐκτάϲεωϲ ἐδάμηϲ γάρ ἐϲτι τὸ β΄ πρόϲωπον καὶ οὐ γίνεται τὸ β΄ πρόϲωπον δάμηϲ ἀλλ᾿ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἔπειδὴ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτό. δάμνω γάρ ἐϲτιν ὁ ἐνεϲτὼϲ καὶ ἔχει τὸ μ.