Ancient Greek · ~3 min
41.
Aelius Herodianus, Περὶ ῥημάτων 3-10
Not analysed yet
πᾶν β΄ πρόϲωπον πληθυντικὸν ὁριϲτικὸν εἴτε ἐνεργητικὸν εἴτε παθητικὸν εἴτε μέϲον τροπῇ τοῦ ε εἰϲ ω προϲτακτικὸν τρίτον ἑνικὸν γίνεται ἐνεργητικὸν ἢ παθητικὸν ἢ μέϲον, δηλονότι καὶ τῆϲ ἐν ἀρχῇ κλιτικῆϲ ἐκτάϲεωϲ ἀποβαλλομένηϲ χωρίϲ τοῦ παρακειμένου· καὶ ἐπὶ τῶν ἐνεργητικῶν ἁρμόζει ὁ αὐτὸϲ λόγοϲ οἶον ἐτύπτετε τυπτέτω, ἐγράφετε γραφέτω, ἐποιεῖτε ποιείτω, ἐβοᾶτε βοάτω, ἐχρυϲοῦτε ἐχρυϲούτω, ἐτύψατε τυψάτω, ποιήϲατε ἐποιηϲάτω, ἐλάβετε λαβέτω, ἐτύπετε τυπέτω, ἐνύγετε νυγέτω. δεῖ προϲθεῖναι, χωρὶϲ τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ τοῦ μέϲου, τετύφατε γὰρ καὶ τετύπατε τὸ ὁριϲτικὸν διὰ τοῦ ᾱ, τὸ δὲ προϲτακτικὸν τετυφέτω καὶ τετυπέτω διὰ τοῦ ε ἀπὸ γὰρ τοῦ τέτυφε ϲύ καὶ τέτυπε ϲύ γέγονε ταῦτα προϲθέϲει τῆϲ τω.