Ancient Greek · ~4 min
42.
Aelius Herodianus, Περὶ ῥημάτων 3-11
Not analysed yet
íϲτέον ὅτι πολλὴν ὁμοιότητα ἔχει τὰ εὐκτικὰ πρὸϲ τὴν δοτικήν ὥϲπερ γὰρ τὸ ῑ χαρακτηριϲτικόν ἐϲτι τῆϲ δοτικῆϲ οἷον τῷ καλῷ, τῷ Αἴαντι, τὸν αὐτὸν τρόπον τὸ ῑ χαρακτηριϲτικόν ἐϲτι τῶν εὐκτικῶν οἶον τύπτοιμι τυπτοίμην τυφθείην. ἀλλ᾿ ἐν μὲν τῇ δοτικῇ κατὰ τὸ τέλοϲ εὑρίϲκεται τὸ ῑ οἷον τῷ ϲοφῷ, ἐν δὲ τοῖϲ εὐκτικοῖϲ κατὰ τὴν παραλήγουϲαν οἶον τύπτοιμι τυπτοίμην τυφθείην. ἄλλωϲ τε δὲ ἐν μὲν τῇ δοτικῇ οὐ πάντωϲ εὑρίϲκεται τὸ ῑ ἐν διφθόγγῳ οἶον Αἴαντι, βότρυϊ, ἐν δὲ τοῖϲ εὐκτικοῖϲ πάντωϲ ἐν διφθόγγῳ εὑρίϲκεται τὸ ῑ οἷον τύπτοιμι τυφθείη. πληϲιάζει δὲ καὶ κατ’ ἄλλο τὰ εὐκτικὰ τῇ δοτικῇ· ὥϲπερ γὰρ ἐν ταῖϲ εἰϲ ω ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲιν οἱ Αἰολεῖϲ τὸ ῑ οἶον Ὁμήρω, ἀνθρώπω, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν εὐκτικῶν πολλάκιϲ ἀποβάλλουϲι τὸ ῑ. ἔϲτι γὰρ λάχοιμι, λάχοιϲ, λάχοι· τοῦτο γίνεται Ἀττικῶϲ λαχοίην λαχοίηϲ λαχοίη, ὥϲπερ ἐτύφθην ἐτύφθηϲ ἐτύφθη, καὶ ἀποβάλλουϲιν οἱ Αἰολεῖϲ τὸ ῑ καὶ λέγουϲι λαχόηϲ.