Ancient Greek · ~5 min
44.
Aelius Herodianus, Περὶ ῥημάτων 3-13
Not analysed yet
πᾶν ἐνεργητικὸν ἢ μέϲον ἢ παθητικὸν ὑποτακτικὸν μὴ ἔχοντοϲ τὸ μ κλιτικὸν τοῦ ἰδίου ὁριϲτικοῦ παρῳχημένου τοῦτον τὸν τρόπον κανονίζεται· πᾶϲ παρψχημένοϲ ὁριϲτικὸϲ εἴτε ἐνεργητικὸϲ εἴτε μέϲοϲ εἴτε παθητικὸϲ μὴ ἔχων τὸ μ κλιτικὸν τρέπων τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ ω μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν τὸ ὑποτακτικὸν ποιεῖ οἶον ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔγραφον ἐὰν γράφω, ἐποίουν ἐὰν ποιῶ, ἐβόων ἐὰν βοῶ, ἐχρύϲουν ἐὰν χρυϲῶ, ἔμαθον ἐὰν μάθω, ἔλαβον ἐὰν λάβω, ἔτυπον ἐὰν τύπω, ἔφαγον ἐὰν φάγω, ἔτυψα ἐὰν τύψω, ἐποίηϲα ἐὰν ποιήϲω, ἐνόηϲα ἐὰν νοήϲω, ἐλάληϲα ἐὰν λαλήϲω, ἐτετύφειν ἐὰν τετύφω, ἐπεποιήκειν ἐὰν πεποιήκω, ἐτετύπειν ἐὰν τετύπω, ἐδεδούπειν ἐάν δεδούπω, ἐϲτάλκειν ἐὰν ἐϲτάλκω, ἐφθάρκειν ἐὰν ἐφθάρκω· ἐπὶ τούτων δέ, φημὶ δὴ ἐπὶ τοῦ ἐὰν ἐϲτάλκω καὶ ἐὰν ἐφθάρκω, ἐφυλάχθη ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκταϲιϲ, ἐπειδὴ ἡ ἄρχουϲά ἐϲτι τοῦ παρακειμένου [ἔφθαρκα καὶ ἔϲταλκα]. ὁ δὲ παρακείμενοϲ οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν. εἰ οὖν ἀπεβλήθη ἐπὶ τούτων ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκταϲιϲ, ηὑρίϲκετο ἡ ἄρχουϲα τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ ἐϲτίν ἀδύνατον. πάλιν ἐτύφθην ἐὰν τυφθῶ, ἐτύπην ἐὰν τυπῶ, ἐνύγην ἐὰν νυγῶ, ἐδάμην ἐὰν δαμῶ· τοῦτο γὰρ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν.