Ancient Greek · ~5 min
44.
Aelius Herodianus, Περὶ ῥημάτων 4-10
Not analysed yet
πᾶϲ παρῳχημένοϲ ὁριϲτικὸϲ ἔχων τὸ κλιτικόν, εἴτε παθητικὸϲ εἴτε μέϲοϲ, τρέπων τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μαι καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ ω μετὰ τὸ ἀποβαλεῖν τὴν ἐν ἀρχαῖϲ κλιτικὴνἔκταϲιν, δηλονότι χωρὶϲ τοῦ παρακειμένου, οὖτοϲ γάρ οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν, οὕτε ἐν ταῖϲ μετοχαῖϲ οὕτε ἐν ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι, τὸ ὑποτακτικὸν ποιεῖ οἷον ἐτυπτόμην ἐὰν τύπτωμαι, ἐλεγόμην ἐὰν λέγωμαι, ἐποιούμην ἐὰν ποιῶμαι, ἐβοώμην ἐὰν βοῶμαι, ἐχρυϲούμην ἐὰν χρυϲῶμαι, ἐτυψάμην ἐὰν τύψωμαι ἐποιηϲάμην ἐὰν ποιήϲωμαι, ἐτυπόμην ἐὰν τύπωμαι, ἐλαβόμην ἐὰν λάβωμαι, ἐτιθέμην ἐὰν τιθῶμαι, ἱϲτάμην ἐὰν ἱϲτῶμαι, ἐδιδόμην ἐὰν διδῶμαι, ἐδυνάμην ἐὰν δύνωμαι, ἐκρεμάμην ἐὰν κρέμωμαι, ἐπιϲτάμην ἐὰν ἐπίϲτωμαι, ἐπεποιήμην ἐὰν πεποιῶμαι, ἐκεκτήμην ἐὰν κεκτῶμαι, ἐμεμνήμην ἐὰν μεμνῶμαι. ἐὰν δὲ εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ μ ἕτερον ϲύμρωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ οἶον τέτυμμαι ἐὰν τετυμμένοϲ ὦ, λέλεγμαι ἐὰν λελεγμένοϲ ὦ, ἔϲπμρμαι ἐὰν ἐϲπαρμένοϲ ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένοϲ ὦ. πρόϲκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλιτικὸν» διὰ τὸ ἐδάμην. τούτου γὰρ τὸ ὑποτακτικὸν οὐκ ἔϲτιν εἰϲ μαι, ἀλλ’ εἰϲ ω οἶον δαμῶ, ἀλλ’ οὐκ ἔχει τὸ μ κλιτικόν, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτό δάμνω γάρ ἐϲτιν ὁ ἐνεϲτὼϲ καὶ ἔχει τὸ μ κλιτικόν.