Ancient Greek · ~8 min
25.
Aelius Herodianus, Περὶ ῥημάτων 3-5
Not analysed yet
ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ὁ μέλλων ϲυνάρχεϲθαι θέλει τῷ ἰδίῳ ἐνεϲτῶτι οἷον τύπτω τύψω, λέγω λέξω, ἄγω ἄξω, οἰκῶ οἰκήϲω. καὶ ἔϲτιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην ἰϲτέον ὅτι ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ πάντα γὰρ τὰ ὄντα ἐν τῇ εὐθείᾳ ἐϲτὶ καὶ ἐν τῷ μέλλοντι, καὶ πάντα τὰ ὄντα ἐν τῇ γενικῇ ἐϲτὶ καὶ ἐν τῷ ἐνεϲτῶτι οἷον τὸ ν, ξ, ρ ϲ, ψ ἐϲτίν ἐν τῇ εὐθείᾳ ὡϲ ἐν τῷ Δίων, Φοῖνιξ, Νέϲτωρ, Πάριϲ, Πέλοψ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντί ἐϲτιν οἶον τύψω, λέξω, ποιήϲω, κερῶ, ῥανῶ· καὶ πάλιν διὰ τοῦ γ, κ, χ. β, π, φ, δ, θ, τ, καὶ διὰ καθαροῦ τοῦ οϲ ἐκφέρεται ἡ γενικὴ οἷον Φοίνικοϲ, τέττιγοϲ, ὄνυχοϲ, Πέλοποϲ, Ἄραβοϲ, κίνυφοϲ, Πάριδοϲ, ὄρνιθοϲ, Λάχητοϲ, βότρυοϲ· ἀλλὰ καὶ ὁ ἐνεϲτὼϲ ἐκφέρεται διὰ τούτων τῶν ϲυμφώνων καὶ διὰ καθαροῦ τοῦ ω οἷον λέγω, πλέκω, τρέχω, τέρπω, λείβω, γράφω, δίδω, πείθω, ἀνύτω, ἀκούω, οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ οὐδὲ γὰρ πάντα τὰ ὄντα ἐν τῷ μέλλοντί ἐϲτι καὶ ἐν τῇ εὐθείᾳ, οὐδὲ πάντα τὰ ὄντα ἐν τῷ ἐνεϲτῶτι καὶ ἐν τῇ γενικῇ ἰδοὺ γὰρ τὸ μ καὶ τὸ λ ἔϲτιν ἐν τῷ μέλλοντιοἶον τιλῶ, νεμῶ, καὶ ὅμωϲ οὐκ ἔϲτιν ἐν τῇ εὐθείᾳ (τὸ γὰρ Δανιὴλ καὶ Ἀδάμ βάρβαρά ἐϲτι)· καὶ πάλιν ὁ ἐνεϲτὼϲ ἔχει πρὸ τοῦ ω τὸ ζ καὶ τὰ δύο ϲϲ οἷον πλήϲϲω, ϲυρίζω, καὶ ὅμωϲ ἡ γενικὴ ἀπὸ κλίϲεωϲ οὐκ ἔχει ταῦτα. πρόϲκειται «ἀπὸ κλίϲεωϲ »διὰ τὸ μαζὸϲ μαζοῦ καὶ Παρναϲϲὸϲ Παρναϲϲοῦ ἐνταῦθα γὰρ ἀπὸ τῆϲ εὐθείαϲ ἐϲτὶ τὸ ζ καὶ τὰ δύο ϲϲ. ἐπειδὴ οὖν ὁ μέλλων ἀναλογεῖ τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ, ἡ δὲ γενικὴ ϲυνάρχεται τῇ εὐθείᾳ οἷον λέβητοϲ λέβηϲ, Λάχητοϲ Λάχηϲ, Τρωόϲ Τρώϲ, Πηλέωϲ Πηλεύϲ, Αἴαντοϲ Αἴαϲ, ἔρωτοϲ ἔρωϲ· τὸ γὰρ Ζεὺϲ Διόϲ Βοιωτικόν ἐϲτι καὶ τὸ θρίξ τριχόϲ τροπὴν πέπονθε τοῦ θ εἰϲ τὸ τ, τούτου χάριν ὁ ἐνεϲτὼϲ ϲυνάρχεται τῷ μέλλοντι.