Ancient Greek · ~8 min
25.
Aelius Herodianus, Περὶ ῥημάτων 4-3
Not analysed yet
περὶ τῆϲ ποϲότητοϲ τῶν ϲυλλαβῶν ἰϲτέον ὅτι ἐπὶ μὲν βαρυτόνων θεμάτων ἰϲοϲυλλαβεῖ ὁ μέλλων τῷ ἐνεϲτῶτι οἷον τύπτω τύψω τὸ γὰρ παρ’ Ἀριϲτοφάνει τυπτήϲω ἐν Πλούτῳ (21) οὐ γάρ με τυπτήϲειϲ ϲτέφανον ἔχοντά γε ὡϲ ἀπὸ περιϲπωμένου ἐϲτί· λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, πείθω πείϲω, ἀκούω ἀκούϲω, βαδίζω βαδίϲω, κείρω κερῶ, φθείρω φθερῶ, μιαίνω μιανῶ. δε προϲθεῖναι χωρὶϲ τῶν ἐχόντων ἕν λ, ἐπὶ τούτων μιᾷ ϲυλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεϲτῶτοϲ, οἷον θέλω θελήϲω, μέλω μελήϲω, μελήϲουϲιν δέ μοι ἵπποι (Ε 228), ὀφείλω ὀφειλήϲω ἐπὶ δὲ περιϲπωμένων μιῇ ϲυλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεϲτῶτοϲ οἶον ποιῶ ποιήϲω, νοῶ νοήϲω, γελῶ γελάϲω, περῶ περάϲω, ϲτεφανῶ ϲτεφανώϲω, γυψῶ γυψώϲω, καὶ ἐπὶ τούτων δὲ ἐὰν λάβῃ τιϲ τὴν ἐντέλειαν, εὑρίϲκει τὸν μέλλοντα ἰϲοϲύλλαβον τῷ ἐνεϲτῶτι οἷον ποιέω ποιήϲω, βοάω βοήϲω, χρυϲόω χρυϲώϲω, ἀλλὰ λοιπὸν ὁ ἐνεϲτὼϲ ϲυναιρούμενοϲ ἔνδειαν πάϲχει ϲυλλαβῆϲ οἶον ποιέω ποιῶ, βοάω βοῶ, χρυϲόω χρυϲῶ, καὶ τούτου χάριν εὑρίϲκεται ὁ μέλλων μιᾷ ϲυλλαβῇ περιττεύων τοῦ ἐνεϲτῶτοϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ τί τὰ δι’ ἑνὸϲ λ ἐκφερόμενα περιττοϲυλλάβουϲ ἔχει τοὺϲ μέλλονταϲ οἶον θέλω θελήϲω, μέλω μελήϲω (τὸ ἐν φροντίδι εἰμί), ὀφείλω ὀφειλήϲω. καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν αἰτίαν, ὅτι πολλά ἐϲτι ῥήματα καὶ ὡϲ ἀπὸ βαρυτόνων καὶ ἀπὸ περιϲπωμένων ποιεῖται τὴν κλίϲιν οἶον τύπτω τύψω καὶ τυπτῶ τυπτήϲω, οὐ γάρ με τυπτήϲειϲ ϲτέφανον ἔχοντά γε, Ἀριϲτοφάνηϲ ἐν Πλούτῳ (21)· εἴδω εἴϲω, ἐξ οὖ καὶ τὸ εἴϲομαι εἴϲομαι α κε μ’ ὁ Τυδείδηϲ κρατερὸϲ Διομήδηϲ (Θ 532), καὶ εἰδῶ εἰδήϲω, ἐξ οὖ τὸ εἰδῇϲ δὲ καὶ αὐτόϲ, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐρρίπτουν, ὡϲ παρὰ τῷ ποιητῇ (ν 78) «ἀνερρίπτουν», κύω ἔκυον καὶ κυῶ ἐκύουν ἣ δ’ ἐκύει φίλον υἱόν (Τ 117) γράφω γράψω καὶ γραφῶ γραφήϲω, ἐξ οὖ ὁ γεγράφηκα παρακείμενοϲ. οὕτωϲ οὖν καὶ τὰ ἔχοτα ἕν λ ἕωϲ μὲν τοῦ παρατατικοῦ ὡϲ ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλίϲιν, ἀπὸ δὲ τοῦ μέλλοντοϲ ὡϲ ἀπὸ περιϲπωμένων οἶον θέλω θελήϲω τεθέληκα ἐθέληϲα, μελῶ μελήϲω μεμέληκα ἐμέληϲα, ὀφείλω ὀφειλήϲω ὠφείληκα ὠφεὶληϲα, ὥϲπερ νοῶ νοήϲω νενόηκα ἐνόηϲα. ταῦτα μὲν Ἀπολλώνιοϲ.